< Αποκαλυψις Ιωαννου 11 >
1 και εδοθη μοι καλαμοσ ομοιοσ ραβδω λεγων εγειραι και μετρησον τον ναον του θεου και το θυσιαστηριον και τουσ προσκυνουντασ εν αυτω
Καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ λέγων· (ἔγειρε *N(k)O*) καὶ μέτρησον τὸν ναὸν τοῦ θεοῦ καὶ τὸ θυσιαστήριον, καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ.
2 και την αυλην την εξωθεν του ναου εκβαλε εξω και μη αυτην μετρησησ οτι εδοθη τοισ εθνεσιν και την πολιν την αγιαν πατησουσιν μηνασ τεσσαρακοντα και δυο
καὶ τὴν αὐλὴν τὴν (ἔξωθεν *NK(O)*) τοῦ ναοῦ ἔκβαλε (ἔξωθεν, *N(k)O*) καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσιν· καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσιν μῆνας τεσσεράκοντα καὶ δύο.
3 και δωσω τοισ δυσιν μαρτυσιν μου και προφητευσουσιν ημερασ χιλιασ διακοσιασ εξηκοντα περιβεβλημενοι σακκουσ
Καὶ δώσω τοῖς δυσὶν μάρτυσίν μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα (περιβεβλημένοι *NK(o)*) σάκκους.
4 ουτοι εισιν αι δυο ελαιαι και αι δυο λυχνιαι αι ενωπιον του κυριου τησ γησ εστωσαι
οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ (κυρίου *N(K)O*) τῆς γῆς (ἑστῶτες. *N(k)O*)
5 και ει τισ αυτουσ θελει αδικησαι πυρ εκπορευεται εκ του στοματοσ αυτων και κατεσθιει τουσ εχθρουσ αυτων και ει τισ θελει αυτουσ αδικησαι ουτωσ δει αυτον αποκτανθηναι
καὶ εἴ τις αὐτοὺς (θέλει *N(k)O*) ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τις (θελήσῃ *NK(o)*) αὐτοὺς ἀδικῆσαι, οὕτως δεῖ αὐτὸν ἀποκτανθῆναι.
6 ουτοι εχουσιν τον ουρανον εξουσιαν κλεισαι ινα μη υετοσ βρεχη τασ ημερασ τησ προφητειασ αυτων και εξουσιαν εχουσιν επι των υδατων στρεφειν αυτα εισ αιμα και παταξαι την γην οσακισ εαν θελησωσιν εν παση πληγη
οὗτοι ἔχουσιν (τὴν *no*) ἐξουσίαν κλεῖσαι τὸν οὐρανὸν ἵνα μὴ ὑετὸς βρέχῃ (τὰς ἡμέρας *N(k)O*) τῆς προφητείας αὐτῶν, καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα καὶ πατάξαι τὴν γῆν ἐν πάσῃ πληγῇ ὁσάκις ἐὰν θελήσωσιν.
7 και οταν τελεσωσιν την μαρτυριαν αυτων το θηριον το αναβαινον εκ τησ αβυσσου ποιησει μετ αυτων πολεμον και νικησει αυτουσ και αποκτενει αυτουσ (Abyssos )
καὶ ὅταν τελέσωσιν τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετ᾽ αὐτῶν πόλεμον καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς. (Abyssos )
8 και το πτωμα αυτων επι τησ πλατειασ τησ πολεωσ τησ μεγαλησ ητισ καλειται πνευματικωσ σοδομα και αιγυπτοσ οπου και ο κυριοσ αυτων εσταυρωθη
καὶ (τὸ πτῶμα *N(k)O*) αὐτῶν ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος, ὅπου καὶ ὁ κύριος (αὐτῶν *N(k)O*) ἐσταυρώθη.
9 και βλεπουσιν εκ των λαων και φυλων και γλωσσων και εθνων το πτωμα αυτων ημερασ τρεισ ημισυ και τα πτωματα αυτων ουκ αφησουσιν τεθηναι εισ μνημα
καὶ (βλέπουσιν *N(k)O*) ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν (τὸ *N(k)O*) (πτῶμα *N(K)O*) αὐτῶν ἡμέρας τρεῖς καὶ ἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκ (ἀφίουσιν *N(k)O*) τεθῆναι εἰς (μνῆμα. *N(K)O*)
10 και οι κατοικουντεσ επι τησ γησ χαιρουσιν επ αυτοισ και ευφρανθησονται και δωρα δωσουσιν αλληλοισ οτι ουτοι οι δυο προφηται εβασανισαν τουσ κατοικουντασ επι τησ γησ
καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς (χαίρουσιν *N(k)O*) ἐπ᾽ αὐτοῖς καὶ (εὐφραίνονται *N(k)O*) καὶ δῶρα (πέμψουσιν *NK(O)*) ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
11 και μετα τασ τρεισ ημερασ και ημισυ πνευμα ζωησ εκ του θεου εισηλθεν εισ αυτουσ και εστησαν επι τουσ ποδασ αυτων και φοβοσ μεγασ επεσεν επι τουσ θεωρουντασ αυτουσ
Καὶ μετὰ τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ πνεῦμα ζωῆς ἐκ τοῦ θεοῦ εἰσῆλθεν (ἐν *N(k)(o)*) (αὐτοῖς, *N(k)O*) καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγας (ἐπέπεσεν *N(k)O*) ἐπὶ τοὺς θεωροῦντας αὐτούς.
12 και ηκουσα φωνην μεγαλην εκ του ουρανου λεγουσαν αυτοισ αναβητε ωδε και ανεβησαν εισ τον ουρανον εν τη νεφελη και εθεωρησαν αυτουσ οι εχθροι αυτων
καὶ (ἤκουσαν *NK(O)*) (φωνῆς μεγάλης *N(k)O*) ἐκ τοῦ οὐρανοῦ (λεγούσης *N(k)O*) αὐτοῖς· ἀνάβατε ὧδε. καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν.
13 και εν εκεινη τη ημερα εγενετο σεισμοσ μεγασ και το δεκατον τησ πολεωσ επεσεν και απεκτανθησαν εν τω σεισμω ονοματα ανθρωπων χιλιαδεσ επτα και οι λοιποι εμφοβοι εγενοντο και εδωκαν δοξαν τω θεω του ουρανου
καὶ ἐν ἐκείνῃ τῇ (ὥρᾳ *NK(O)*) ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσεν, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά. καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ θεῷ τοῦ οὐρανοῦ.
14 η ουαι η δευτερα απηλθεν η ουαι η τριτη ιδου ερχεται ταχυ
ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν· ἰδοὺ ἡ οὐαὶ ἡ τρίτη ἔρχεται ταχύ.
15 και ο εβδομοσ αγγελοσ εσαλπισεν και εγενοντο φωναι μεγαλαι εν τω ουρανω λεγουσαι εγενετο η βασιλεια του κοσμου του κυριου ημων και του χριστου αυτου και βασιλευσει εισ τουσ αιωνασ των αιωνων (aiōn )
Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισεν, καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ (λέγοντες· *N(k)O*) (ἐγένετο *N(K)O*) (ἡ *N(k)O*) (βασιλεία *N(K)O*) τοῦ κόσμου τοῦ κυρίου ἡμῶν καὶ τοῦ χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (aiōn )
16 και οι εικοσι τεσσαρεσ πρεσβυτεροι οι ενωπιον του θρονου του θεου καθημενοι επι τουσ θρονουσ αυτων επεσον επι τα προσωπα αυτων και προσεκυνησαν τω θεω
Καὶ οἱ εἴκοσι (καὶ *k*) τέσσαρες πρεσβύτεροι οἱ ἐνώπιον (τοῦ θρόνου *O*) τοῦ θεοῦ (οἳ *o*) (καθήμενοι *NK(o)*) ἐπὶ τοὺς θρόνους αὐτῶν ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ
17 λεγοντεσ ευχαριστουμεν σοι κυριε ο θεοσ ο παντοκρατωρ ο ων και ο ην οτι ειληφασ την δυναμιν σου την μεγαλην και εβασιλευσασ
λέγοντες· εὐχαριστοῦμέν σοι, κύριε ὁ θεὸς ὁ παντοκράτωρ, ὁ ὢν καὶ ὁ ἦν (καὶ ὁ ἐρχόμενος, *K*) ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσας.
18 και τα εθνη ωργισθησαν και ηλθεν η οργη σου και ο καιροσ των νεκρων κριθηναι και δουναι τον μισθον τοισ δουλοισ σου τοισ προφηταισ και τοισ αγιοισ και τοισ φοβουμενοισ το ονομα σου τοισ μικροισ και τοισ μεγαλοισ και διαφθειραι τουσ διαφθειροντασ την γην
καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου, (τοὺς μικροὺς *N(k)O*) καὶ (τοὺς μεγάλους, *N(k)O*) καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν.
19 και ηνοιγη ο ναοσ του θεου εν τω ουρανω και ωφθη η κιβωτοσ τησ διαθηκησ του κυριου εν τω ναω αυτου και εγενοντο αστραπαι και φωναι και βρονται και χαλαζα μεγαλη
Καὶ ἠνοίγη ὁ ναὸς τοῦ θεοῦ (ὁ *no*) ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης (αὐτοῦ *NK(O)*) ἐν τῷ ναῷ αὐτοῦ, καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ καὶ σεισμὸς καὶ χάλαζα μεγάλη.