< Κατα Ματθαιον 9 >

1 και εμβασ εισ το πλοιον διεπερασεν και ηλθεν εισ την ιδιαν πολιν
Καὶ ⸀ἐμβὰς⸀εἰςπλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.
2 και ιδου προσεφερον αυτω παραλυτικον επι κλινησ βεβλημενον και ιδων ο ιησουσ την πιστιν αυτων ειπεν τω παραλυτικω θαρσει τεκνον αφεωνται σοι αι αμαρτιαι σου
Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ· Θάρσει, τέκνον· ⸀ἀφίενταί⸂σου αἱ ἁμαρτίαι.
3 και ιδου τινεσ των γραμματεων ειπον εν εαυτοισ ουτοσ βλασφημει
καὶ ἰδού τινες τῶν γραμματέων εἶπαν ἐν ἑαυτοῖς· Οὗτος βλασφημεῖ.
4 και ιδων ο ιησουσ τασ ενθυμησεισ αυτων ειπεν ινα τι υμεισ ενθυμεισθε πονηρα εν ταισ καρδιαισ υμων
καὶ ⸀εἰδὼςὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· ⸀Ἱνατίἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν;
5 τι γαρ εστιν ευκοπωτερον ειπειν αφεωνται σου αι αμαρτιαι η ειπειν εγειραι και περιπατει
τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν· ⸀Ἀφίενταίσου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· ⸀Ἔγειρεκαὶ περιπάτει;
6 ινα δε ειδητε οτι εξουσιαν εχει ο υιοσ του ανθρωπου επι τησ γησ αφιεναι αμαρτιασ τοτε λεγει τω παραλυτικω εγερθεισ αρον σου την κλινην και υπαγε εισ τον οικον σου
ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας— τότε λέγει τῷ παραλυτικῷ· ⸀Ἐγερθεὶςἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
7 και εγερθεισ απηλθεν εισ τον οικον αυτου
καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
8 ιδοντεσ δε οι οχλοι εθαυμασαν και εδοξασαν τον θεον τον δοντα εξουσιαν τοιαυτην τοισ ανθρωποισ
ἰδόντες δὲ οἱ ὄχλοι ⸀ἐφοβήθησανκαὶ ἐδόξασαν τὸν θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.
9 και παραγων ο ιησουσ εκειθεν ειδεν ανθρωπον καθημενον επι το τελωνιον ματθαιον λεγομενον και λεγει αυτω ακολουθει μοι και αναστασ ηκολουθησεν αυτω
Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Μαθθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι· καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
10 και εγενετο αυτου ανακειμενου εν τη οικια και ιδου πολλοι τελωναι και αμαρτωλοι ελθοντεσ συνανεκειντο τω ιησου και τοισ μαθηταισ αυτου
Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, ⸀καὶἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ.
11 και ιδοντεσ οι φαρισαιοι ειπον τοισ μαθηταισ αυτου δια τι μετα των τελωνων και αμαρτωλων εσθιει ο διδασκαλοσ υμων
καὶ ἰδόντες οἱ Φαρισαῖοι ⸀ἔλεγοντοῖς μαθηταῖς αὐτοῦ· Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν;
12 ο δε ιησουσ ακουσασ ειπεν αυτοισ ου χρειαν εχουσιν οι ισχυοντεσ ιατρου αλλ οι κακωσ εχοντεσ
ὁ ⸀δὲἀκούσας ⸀εἶπεν Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες.
13 πορευθεντεσ δε μαθετε τι εστιν ελεον θελω και ου θυσιαν ου γαρ ηλθον καλεσαι δικαιουσ αλλα αμαρτωλουσ εισ μετανοιαν
πορευθέντες δὲ μάθετε τί ἐστιν· Ἔλεος θέλω καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους ἀλλὰ ⸀ἁμαρτωλούς
14 τοτε προσερχονται αυτω οι μαθηται ιωαννου λεγοντεσ δια τι ημεισ και οι φαρισαιοι νηστευομεν πολλα οι δε μαθηται σου ου νηστευουσιν
Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες· Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν ⸀πολλά οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν;
15 και ειπεν αυτοισ ο ιησουσ μη δυνανται οι υιοι του νυμφωνοσ πενθειν εφ οσον μετ αυτων εστιν ο νυμφιοσ ελευσονται δε ημεραι οταν απαρθη απ αυτων ο νυμφιοσ και τοτε νηστευσουσιν
καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφʼ ὅσον μετʼ αὐτῶν ἐστιν ὁ νυμφίος; ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπʼ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν.
16 ουδεισ δε επιβαλλει επιβλημα ρακουσ αγναφου επι ιματιω παλαιω αιρει γαρ το πληρωμα αυτου απο του ιματιου και χειρον σχισμα γινεται
οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται.
17 ουδε βαλλουσιν οινον νεον εισ ασκουσ παλαιουσ ει δε μηγε ρηγνυνται οι ασκοι και ο οινοσ εκχειται και οι ασκοι απολουνται αλλα βαλλουσιν οινον νεον εισ ασκουσ καινουσ και αμφοτεροι συντηρουνται
οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ⸀ἀπόλλυνται ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ ἀμφότεροι συντηροῦνται.
18 ταυτα αυτου λαλουντοσ αυτοισ ιδου αρχων εισ ελθων προσεκυνει αυτω λεγων οτι η θυγατηρ μου αρτι ετελευτησεν αλλα ελθων επιθεσ την χειρα σου επ αυτην και ζησεται
Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς ἰδοὺ ἄρχων εἷς ⸀ἐλθὼνπροσεκύνει αὐτῷ λέγων ὅτι Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπʼ αὐτήν, καὶ ζήσεται.
19 και εγερθεισ ο ιησουσ ηκολουθησεν αυτω και οι μαθηται αυτου
καὶ ἐγερθεὶς ὁ Ἰησοῦς ⸀ἠκολούθειαὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ.
20 και ιδου γυνη αιμορροουσα δωδεκα ετη προσελθουσα οπισθεν ηψατο του κρασπεδου του ιματιου αυτου
Καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ·
21 ελεγεν γαρ εν εαυτη εαν μονον αψωμαι του ιματιου αυτου σωθησομαι
ἔλεγεν γὰρ ἐν ἑαυτῇ· Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ σωθήσομαι.
22 ο δε ιησουσ επιστραφεισ και ιδων αυτην ειπεν θαρσει θυγατερ η πιστισ σου σεσωκεν σε και εσωθη η γυνη απο τησ ωρασ εκεινησ
ὁ δὲ Ἰησοῦς ⸀στραφεὶςκαὶ ἰδὼν αὐτὴν εἶπεν· Θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέν σε. καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης.
23 και ελθων ο ιησουσ εισ την οικιαν του αρχοντοσ και ιδων τουσ αυλητασ και τον οχλον θορυβουμενον
καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον
24 λεγει αυτοισ αναχωρειτε ου γαρ απεθανεν το κορασιον αλλα καθευδει και κατεγελων αυτου
⸀ἔλεγεν Ἀναχωρεῖτε, οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει· καὶ κατεγέλων αὐτοῦ.
25 οτε δε εξεβληθη ο οχλοσ εισελθων εκρατησεν τησ χειροσ αυτησ και ηγερθη το κορασιον
ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος, εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον.
26 και εξηλθεν η φημη αυτη εισ ολην την γην εκεινην
καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην.
27 και παραγοντι εκειθεν τω ιησου ηκολουθησαν αυτω δυο τυφλοι κραζοντεσ και λεγοντεσ ελεησον ημασ υιε δαυιδ
Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν ⸀αὐτῷδύο τυφλοὶ κράζοντες καὶ λέγοντες· Ἐλέησον ἡμᾶς, ⸀υἱὲΔαυίδ.
28 ελθοντι δε εισ την οικιαν προσηλθον αυτω οι τυφλοι και λεγει αυτοισ ο ιησουσ πιστευετε οτι δυναμαι τουτο ποιησαι λεγουσιν αυτω ναι κυριε
ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· Ναί, κύριε.
29 τοτε ηψατο των οφθαλμων αυτων λεγων κατα την πιστιν υμων γενηθητω υμιν
τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν.
30 και ανεωχθησαν αυτων οι οφθαλμοι και ενεβριμησατο αυτοισ ο ιησουσ λεγων ορατε μηδεισ γινωσκετω
καὶ ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. καὶ ⸀ἐνεβριμήθηαὐτοῖς ὁ Ἰησοῦς λέγων· Ὁρᾶτε μηδεὶς γινωσκέτω·
31 οι δε εξελθοντεσ διεφημισαν αυτον εν ολη τη γη εκεινη
οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ.
32 αυτων δε εξερχομενων ιδου προσηνεγκαν αυτω ανθρωπον κωφον δαιμονιζομενον
Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ⸀ἄνθρωπονκωφὸν δαιμονιζόμενον·
33 και εκβληθεντοσ του δαιμονιου ελαλησεν ο κωφοσ και εθαυμασαν οι οχλοι λεγοντεσ ουδεποτε εφανη ουτωσ εν τω ισραηλ
καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες· Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ.
34 οι δε φαρισαιοι ελεγον εν τω αρχοντι των δαιμονιων εκβαλλει τα δαιμονια
οἱ δὲ Φαρισαῖοι ἔλεγον· Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
35 και περιηγεν ο ιησουσ τασ πολεισ πασασ και τασ κωμασ διδασκων εν ταισ συναγωγαισ αυτων και κηρυσσων το ευαγγελιον τησ βασιλειασ και θεραπευων πασαν νοσον και πασαν μαλακιαν εν τω λαω
Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν ⸀μαλακίαν
36 ιδων δε τουσ οχλουσ εσπλαγχνισθη περι αυτων οτι ησαν εσκυλμενοι και ερριμμενοι ωσει προβατα μη εχοντα ποιμενα
Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐρριμμένοι ⸀ὡσεὶπρόβατα μὴ ἔχοντα ποιμένα.
37 τοτε λεγει τοισ μαθηταισ αυτου ο μεν θερισμοσ πολυσ οι δε εργαται ολιγοι
τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι·
38 δεηθητε ουν του κυριου του θερισμου οπωσ εκβαλη εργατασ εισ τον θερισμον αυτου
δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.

< Κατα Ματθαιον 9 >