< Κατα Ματθαιον 11 >

1 και εγενετο οτε ετελεσεν ο ιησουσ διατασσων τοισ δωδεκα μαθηταισ αυτου μετεβη εκειθεν του διδασκειν και κηρυσσειν εν ταισ πολεσιν αυτων
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.
2 ο δε ιωαννησ ακουσασ εν τω δεσμωτηριω τα εργα του χριστου πεμψασ δυο των μαθητων αυτου
Ὁ δὲ Ἰωάννης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ, πέμψας (διὰ *N(K)O*) τῶν μαθητῶν αὐτοῦ
3 ειπεν αυτω συ ει ο ερχομενοσ η ετερον προσδοκωμεν
εἶπεν αὐτῷ· σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;
4 και αποκριθεισ ο ιησουσ ειπεν αυτοισ πορευθεντεσ απαγγειλατε ιωαννη α ακουετε και βλεπετε
Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε·
5 τυφλοι αναβλεπουσιν και χωλοι περιπατουσιν λεπροι καθαριζονται και κωφοι ακουουσιν νεκροι εγειρονται και πτωχοι ευαγγελιζονται
τυφλοὶ ἀναβλέπουσιν, καὶ χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, καὶ κωφοὶ ἀκούουσιν, (καὶ *no*) νεκροὶ ἐγείρονται, καὶ πτωχοὶ εὐαγγελίζονται·
6 και μακαριοσ εστιν οσ εαν μη σκανδαλισθη εν εμοι
καὶ μακάριός ἐστιν ὃς (ἐὰν *NK(o)*) μὴ σκανδαλισθῇ ἐν ἐμοί.
7 τουτων δε πορευομενων ηρξατο ο ιησουσ λεγειν τοισ οχλοισ περι ιωαννου τι εξηλθετε εισ την ερημον θεασασθαι καλαμον υπο ανεμου σαλευομενον
Τούτων δὲ πορευομένων ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
8 αλλα τι εξηλθετε ιδειν ανθρωπον εν μαλακοισ ιματιοισ ημφιεσμενον ιδου οι τα μαλακα φορουντεσ εν τοισ οικοισ των βασιλειων εισιν
ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς (ἱματίοις *k*) ἠμφιεσμένον; ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν (βασιλέων *NK(o)*) εἰσίν·
9 αλλα τι εξηλθετε ιδειν προφητην ναι λεγω υμιν και περισσοτερον προφητου
ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; προφήτην; ναὶ λέγω ὑμῖν· καὶ περισσότερον προφήτου.
10 ουτοσ γαρ εστιν περι ου γεγραπται ιδου εγω αποστελλω τον αγγελον μου προ προσωπου σου οσ κατασκευασει την οδον σου εμπροσθεν σου
οὗτός (γάρ *ko*) ἐστιν περὶ οὗ γέγραπται· ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
11 αμην λεγω υμιν ουκ εγηγερται εν γεννητοισ γυναικων μειζων ιωαννου του βαπτιστου ο δε μικροτεροσ εν τη βασιλεια των ουρανων μειζων αυτου εστιν
Ἀμὴν λέγω ὑμῖν· οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν.
12 απο δε των ημερων ιωαννου του βαπτιστου εωσ αρτι η βασιλεια των ουρανων βιαζεται και βιασται αρπαζουσιν αυτην
ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.
13 παντεσ γαρ οι προφηται και ο νομοσ εωσ ιωαννου προεφητευσαν
πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου ἐπροφήτευσαν.
14 και ει θελετε δεξασθαι αυτοσ εστιν ηλιασ ο μελλων ερχεσθαι
καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι.
15 ο εχων ωτα ακουειν ακουετω
ὁ ἔχων ὦτα ἀκουέτω.
16 τινι δε ομοιωσω την γενεαν ταυτην ομοια εστιν παιδιοισ εν αγοραισ καθημενοισ και προσφωνουσιν τοισ εταιροισ αυτων
Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; ὁμοία ἐστὶν (παιδίοις *N(k)O*) καθημένοις ἐν (ταῖς *no*) ἀγοραῖς (ἃ *N(K)O*) (προσφωνοῦντα *N(k)O*) τοῖς (ἑτέροις *N(K)O*) (αὐτῶν *k*)
17 και λεγουσιν ηυλησαμεν υμιν και ουκ ωρχησασθε εθρηνησαμεν υμιν και ουκ εκοψασθε
(καὶ *k*) λέγουσιν· ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε, ¬ ἐθρηνήσαμεν (ὑμῖν *k*) καὶ οὐκ ἐκόψασθε.
18 ηλθεν γαρ ιωαννησ μητε εσθιων μητε πινων και λεγουσιν δαιμονιον εχει
ἦλθεν γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσιν· δαιμόνιον ἔχει.
19 ηλθεν ο υιοσ του ανθρωπου εσθιων και πινων και λεγουσιν ιδου ανθρωποσ φαγοσ και οινοποτησ τελωνων φιλοσ και αμαρτωλων και εδικαιωθη η σοφια απο των τεκνων αυτησ
ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν (ἔργων *N(K)O*) αὐτῆς.
20 τοτε ηρξατο ονειδιζειν τασ πολεισ εν αισ εγενοντο αι πλεισται δυναμεισ αυτου οτι ου μετενοησαν
Τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ ὅτι οὐ μετενόησαν·
21 ουαι σοι χοραζιν ουαι σοι βηθσαιδα οτι ει εν τυρω και σιδωνι εγενοντο αι δυναμεισ αι γενομεναι εν υμιν παλαι αν εν σακκω και σποδω μετενοησαν
Οὐαί σοι Χοραζίν, οὐαί σοι Βηθσαϊδά, ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν.
22 πλην λεγω υμιν τυρω και σιδωνι ανεκτοτερον εσται εν ημερα κρισεωσ η υμιν
πλὴν λέγω ὑμῖν· Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν.
23 και συ καπερναουμ η εωσ του ουρανου υψωθεισα εωσ αδου καταβιβασθηση οτι ει εν σοδομοισ εγενοντο αι δυναμεισ αι γενομεναι εν σοι εμειναν αν μεχρι τησ σημερον (Hadēs g86)
Καὶ σὺ Καφαρναούμ, (μὴ *N(K)O*) ἕως (τοῦ *k*) οὐρανοῦ (ὑψωθήσῃ; *N(k)O*) ἕως ᾅδου (καταβήσῃ, *N(k)O*) ὅτι εἰ ἐν Σοδόμοις (ἐγενήθησαν *N(k)O*) αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, (ἔμεινεν *N(k)O*) ἂν μέχρι τῆς σήμερον. (Hadēs g86)
24 πλην λεγω υμιν οτι γη σοδομων ανεκτοτερον εσται εν ημερα κρισεωσ η σοι
πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ σοί.
25 εν εκεινω τω καιρω αποκριθεισ ο ιησουσ ειπεν εξομολογουμαι σοι πατερ κυριε του ουρανου και τησ γησ οτι απεκρυψασ ταυτα απο σοφων και συνετων και απεκαλυψασ αυτα νηπιοισ
Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι (ἔκρυψας *N(k)O*) ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις.
26 ναι ο πατηρ οτι ουτωσ εγενετο ευδοκια εμπροσθεν σου
ναὶ ὁ πατήρ, ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου.
27 παντα μοι παρεδοθη υπο του πατροσ μου και ουδεισ επιγινωσκει τον υιον ει μη ο πατηρ ουδε τον πατερα τισ επιγινωσκει ει μη ο υιοσ και ω εαν βουληται ο υιοσ αποκαλυψαι
Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.
28 δευτε προσ με παντεσ οι κοπιωντεσ και πεφορτισμενοι καγω αναπαυσω υμασ
Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ κἀγὼ ἀναπαύσω ὑμᾶς.
29 αρατε τον ζυγον μου εφ υμασ και μαθετε απ εμου οτι πραοσ ειμι και ταπεινοσ τη καρδια και ευρησετε αναπαυσιν ταισ ψυχαισ υμων
ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς καὶ μάθετε ἀπ᾽ ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.
30 ο γαρ ζυγοσ μου χρηστοσ και το φορτιον μου ελαφρον εστιν
ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

< Κατα Ματθαιον 11 >