< Κατα Ματθαιον 10 >
1 και προσκαλεσαμενοσ τουσ δωδεκα μαθητασ αυτου εδωκεν αυτοισ εξουσιαν πνευματων ακαθαρτων ωστε εκβαλλειν αυτα και θεραπευειν πασαν νοσον και πασαν μαλακιαν
Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.
2 των δε δωδεκα αποστολων τα ονοματα εστιν ταυτα πρωτοσ σιμων ο λεγομενοσ πετροσ και ανδρεασ ο αδελφοσ αυτου ιακωβοσ ο του ζεβεδαιου και ιωαννησ ο αδελφοσ αυτου
Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, καὶ Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάνης ὁ ἀδελφὸς αὐτοῦ,
3 φιλιπποσ και βαρθολομαιοσ θωμασ και ματθαιοσ ο τελωνησ ιακωβοσ ο του αλφαιου και λεββαιοσ ο επικληθεισ θαδδαιοσ
Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Μαθθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἁλφαίου καὶ Θαδδαῖος,
4 σιμων ο κανανιτησ και ιουδασ ισκαριωτησ ο και παραδουσ αυτον
Σίμων ὁ Καναναῖος καὶ Ἰούδας ὁ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν.
5 τουτουσ τουσ δωδεκα απεστειλεν ο ιησουσ παραγγειλασ αυτοισ λεγων εισ οδον εθνων μη απελθητε και εισ πολιν σαμαρειτων μη εισελθητε
Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε·
6 πορευεσθε δε μαλλον προσ τα προβατα τα απολωλοτα οικου ισραηλ
πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.
7 πορευομενοι δε κηρυσσετε λεγοντεσ οτι ηγγικεν η βασιλεια των ουρανων
πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.
8 ασθενουντασ θεραπευετε λεπρουσ καθαριζετε δαιμονια εκβαλλετε δωρεαν ελαβετε δωρεαν δοτε
ἀσθενοῦντας θεραπεύετε, νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
9 μη κτησησθε χρυσον μηδε αργυρον μηδε χαλκον εισ τασ ζωνασ υμων
Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν,
10 μη πηραν εισ οδον μηδε δυο χιτωνασ μηδε υποδηματα μηδε ραβδουσ αξιοσ γαρ ο εργατησ τησ τροφησ αυτου εστιν
μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ ῥάβδον· ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ.
11 εισ ην δ αν πολιν η κωμην εισελθητε εξετασατε τισ εν αυτη αξιοσ εστιν κακει μεινατε εωσ αν εξελθητε
εἰς ἣν δ’ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν· κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε.
12 εισερχομενοι δε εισ την οικιαν ασπασασθε αυτην
εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτήν·
13 και εαν μεν η η οικια αξια ελθετω η ειρηνη υμων επ αυτην εαν δε μη η αξια η ειρηνη υμων προσ υμασ επιστραφητω
καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθάτω ἡ εἰρήνη ὑμῶν ἐπ’ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω.
14 και οσ εαν μη δεξηται υμασ μηδε ακουση τουσ λογουσ υμων εξερχομενοι τησ οικιασ η τησ πολεωσ εκεινησ εκτιναξατε τον κονιορτον των ποδων υμων
καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι ἔξω τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν.
15 αμην λεγω υμιν ανεκτοτερον εσται γη σοδομων και γομορρων εν ημερα κρισεωσ η τη πολει εκεινη
ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ.
16 ιδου εγω αποστελλω υμασ ωσ προβατα εν μεσω λυκων γινεσθε ουν φρονιμοι ωσ οι οφεισ και ακεραιοι ωσ αι περιστεραι
Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.
17 προσεχετε δε απο των ανθρωπων παραδωσουσιν γαρ υμασ εισ συνεδρια και εν ταισ συναγωγαισ αυτων μαστιγωσουσιν υμασ
Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς·
18 και επι ηγεμονασ δε και βασιλεισ αχθησεσθε ενεκεν εμου εισ μαρτυριον αυτοισ και τοισ εθνεσιν
καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν.
19 οταν δε παραδιδωσιν υμασ μη μεριμνησητε πωσ η τι λαλησητε δοθησεται γαρ υμιν εν εκεινη τη ωρα τι λαλησετε
ὅταν δὲ παραδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσητε·
20 ου γαρ υμεισ εστε οι λαλουντεσ αλλα το πνευμα του πατροσ υμων το λαλουν εν υμιν
οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.
21 παραδωσει δε αδελφοσ αδελφον εισ θανατον και πατηρ τεκνον και επαναστησονται τεκνα επι γονεισ και θανατωσουσιν αυτουσ
παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς.
22 και εσεσθε μισουμενοι υπο παντων δια το ονομα μου ο δε υπομεινασ εισ τελοσ ουτοσ σωθησεται
καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
23 οταν δε διωκωσιν υμασ εν τη πολει ταυτη φευγετε εισ την αλλην αμην γαρ λεγω υμιν ου μη τελεσητε τασ πολεισ του ισραηλ εωσ αν ελθη ο υιοσ του ανθρωπου
ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν· ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ ἕως ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου.
24 ουκ εστιν μαθητησ υπερ τον διδασκαλον ουδε δουλοσ υπερ τον κυριον αυτου
Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ.
25 αρκετον τω μαθητη ινα γενηται ωσ ο διδασκαλοσ αυτου και ο δουλοσ ωσ ο κυριοσ αυτου ει τον οικοδεσποτην βεελζεβουλ εκαλεσαν ποσω μαλλον τουσ οικειακουσ αυτου
ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ.
26 μη ουν φοβηθητε αυτουσ ουδεν γαρ εστιν κεκαλυμμενον ο ουκ αποκαλυφθησεται και κρυπτον ο ου γνωσθησεται
μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστιν κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.
27 ο λεγω υμιν εν τη σκοτια ειπατε εν τω φωτι και ο εισ το ουσ ακουετε κηρυξατε επι των δωματων
ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων.
28 και μη φοβεισθε απο των αποκτενοντων το σωμα την δε ψυχην μη δυναμενων αποκτειναι φοβηθητε δε μαλλον τον δυναμενον και την ψυχην και το σωμα απολεσαι εν γεεννη (Geenna )
καὶ μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβεῖσθε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. (Geenna )
29 ουχι δυο στρουθια ασσαριου πωλειται και εν εξ αυτων ου πεσειται επι την γην ανευ του πατροσ υμων
οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν.
30 υμων δε και αι τριχεσ τησ κεφαλησ πασαι ηριθμημεναι εισιν
ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν.
31 μη ουν φοβηθητε πολλων στρουθιων διαφερετε υμεισ
μὴ οὖν φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς.
32 πασ ουν οστισ ομολογησει εν εμοι εμπροσθεν των ανθρωπων ομολογησω καγω εν αυτω εμπροσθεν του πατροσ μου του εν ουρανοισ
Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς·
33 οστισ δ αν αρνησηται με εμπροσθεν των ανθρωπων αρνησομαι αυτον καγω εμπροσθεν του πατροσ μου του εν ουρανοισ
ὅστις δ’ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.
34 μη νομισητε οτι ηλθον βαλειν ειρηνην επι την γην ουκ ηλθον βαλειν ειρηνην αλλα μαχαιραν
Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν.
35 ηλθον γαρ διχασαι ανθρωπον κατα του πατροσ αυτου και θυγατερα κατα τησ μητροσ αυτησ και νυμφην κατα τησ πενθερασ αυτησ
ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς,
36 και εχθροι του ανθρωπου οι οικειακοι αυτου
καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ.
37 ο φιλων πατερα η μητερα υπερ εμε ουκ εστιν μου αξιοσ και ο φιλων υιον η θυγατερα υπερ εμε ουκ εστιν μου αξιοσ
Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος·
38 και οσ ου λαμβανει τον σταυρον αυτου και ακολουθει οπισω μου ουκ εστιν μου αξιοσ
καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστιν μου ἄξιος.
39 ο ευρων την ψυχην αυτου απολεσει αυτην και ο απολεσασ την ψυχην αυτου ενεκεν εμου ευρησει αυτην
ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.
40 ο δεχομενοσ υμασ εμε δεχεται και ο εμε δεχομενοσ δεχεται τον αποστειλαντα με
Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με.
41 ο δεχομενοσ προφητην εισ ονομα προφητου μισθον προφητου ληψεται και ο δεχομενοσ δικαιον εισ ονομα δικαιου μισθον δικαιου ληψεται
ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήμψεται, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήμψεται.
42 και οσ εαν ποτιση ενα των μικρων τουτων ποτηριον ψυχρου μονον εισ ονομα μαθητου αμην λεγω υμιν ου μη απολεση τον μισθον αυτου
καὶ ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.