< Κατα Μαρκον 11 >

1 και οτε εγγιζουσιν εισ ιερουσαλημ εισ βηθσφαγη και βηθανιαν προσ το οροσ των ελαιων αποστελλει δυο των μαθητων αυτου
Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ
2 και λεγει αυτοισ υπαγετε εισ την κωμην την κατεναντι υμων και ευθεωσ εισπορευομενοι εισ αυτην ευρησετε πωλον δεδεμενον εφ ον ουδεισ ανθρωπων κεκαθικεν λυσαντεσ αυτον αγαγετε
καὶ λέγει αὐτοῖς· ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν· καὶ εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφ᾽ ὃν οὐδεὶς (οὔπω *NO*) ἀνθρώπων (ἐκάθισεν· λύσατε *N(k)O*) αὐτὸν (καὶ *no*) (φέρετε. *N(k)O*)
3 και εαν τισ υμιν ειπη τι ποιειτε τουτο ειπατε οτι ο κυριοσ αυτου χρειαν εχει και ευθεωσ αυτον αποστελλει ωδε
καὶ ἐάν τις ὑμῖν εἴπῃ· τί ποιεῖτε τοῦτο; εἴπατε (ὅτι *ko*) ὁ κύριος αὐτοῦ χρείαν ἔχει, καὶ εὐθὺς αὐτὸν (ἀποστέλλει *N(k)O*) (πάλιν *no*) ὧδε.
4 απηλθον δε και ευρον πωλον δεδεμενον προσ την θυραν εξω επι του αμφοδου και λυουσιν αυτον
(καὶ *no*) ἀπῆλθον (δὲ *k*) καὶ εὗρον (τὸν *k*) πῶλον δεδεμένον πρὸς (τὴν *k*) θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου καὶ λύουσιν αὐτόν.
5 και τινεσ των εκει εστηκοτων ελεγον αυτοισ τι ποιειτε λυοντεσ τον πωλον
καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς· τί ποιεῖτε λύοντες τὸν πῶλον;
6 οι δε ειπον αυτοισ καθωσ ενετειλατο ο ιησουσ και αφηκαν αυτουσ
οἱ δὲ εἶπαν αὐτοῖς καθὼς (εἶπεν *N(k)O*) ὁ Ἰησοῦς, καὶ ἀφῆκαν αὐτούς.
7 και ηγαγον τον πωλον προσ τον ιησουν και επεβαλον αυτω τα ιματια αυτων και εκαθισεν επ αυτω
καὶ (φέρουσιν *N(k)O*) τὸν πῶλον πρὸς τὸν Ἰησοῦν καὶ (ἐπιβάλλουσιν *N(k)O*) αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ᾽ (αὐτόν. *N(k)O*)
8 πολλοι δε τα ιματια αυτων εστρωσαν εισ την οδον αλλοι δε στοιβαδασ εκοπτον εκ των δενδρων και εστρωννυον εισ την οδον
(καὶ *no*) πολλοὶ (δὲ *k*) τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιβάδας (κόψαντες *N(k)O*) ἐκ τῶν (ἀγρῶν *N(K)O*) (καὶ ἐστρώννυον εἰς τὴν ὁδόν. *K*)
9 και οι προαγοντεσ και οι ακολουθουντεσ εκραζον λεγοντεσ ωσαννα ευλογημενοσ ο ερχομενοσ εν ονοματι κυριου
καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον (λέγοντες· *k*) ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου,
10 ευλογημενη η ερχομενη βασιλεια εν ονοματι κυριου του πατροσ ημων δαυιδ ωσαννα εν τοισ υψιστοισ
εὐλογημένη ἡ ἐρχομένη βασιλεία (ἐν ὀνόματι κυρίου *K*) τοῦ πατρὸς ἡμῶν Δαυίδ, ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
11 και εισηλθεν εισ ιεροσολυμα ο ιησουσ και εισ το ιερον και περιβλεψαμενοσ παντα οψιασ ηδη ουσησ τησ ωρασ εξηλθεν εισ βηθανιαν μετα των δωδεκα
Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα (ὁ Ἰησοῦς καὶ *k*) εἰς τὸ ἱερόν, καὶ περιβλεψάμενος πάντα, (ὀψίας *NK(o)*) ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.
12 και τη επαυριον εξελθοντων αυτων απο βηθανιασ επεινασεν
Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν.
13 και ιδων συκην μακροθεν εχουσαν φυλλα ηλθεν ει αρα ευρησει τι εν αυτη και ελθων επ αυτην ουδεν ευρεν ει μη φυλλα ου γαρ ην καιροσ συκων
καὶ ἰδὼν συκῆν (ἀπὸ *no*) μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα τι εὑρήσει ἐν αὐτῇ. καὶ ἐλθὼν ἐπ᾽ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα· (ὁ *no*) γὰρ καιρὸς οὐκ ἦν σύκων.
14 και αποκριθεισ ο ιησουσ ειπεν αυτη μηκετι εκ σου εισ τον αιωνα μηδεισ καρπον φαγοι και ηκουον οι μαθηται αυτου (aiōn g165)
καὶ ἀποκριθεὶς (ὁ Ἰησοῦς *k*) εἶπεν αὐτῇ· μηκέτι εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ. (aiōn g165)
15 και ερχονται εισ ιεροσολυμα και εισελθων ο ιησουσ εισ το ιερον ηρξατο εκβαλλειν τουσ πωλουντασ και αγοραζοντασ εν τω ιερω και τασ τραπεζασ των κολλυβιστων και τασ καθεδρασ των πωλουντων τασ περιστερασ κατεστρεψεν
καὶ ἔρχονται εἰς Ἱεροσόλυμα, καὶ εἰσελθὼν (ὁ Ἰησοῦς *k*) εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ (τοὺς *no*) ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν
16 και ουκ ηφιεν ινα τισ διενεγκη σκευοσ δια του ιερου
καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ.
17 και εδιδασκεν λεγων αυτοισ ου γεγραπται οτι ο οικοσ μου οικοσ προσευχησ κληθησεται πασιν τοισ εθνεσιν υμεισ δε εποιησατε αυτον σπηλαιον ληστων
καὶ ἐδίδασκεν (καὶ *no*) (ἔλεγεν *N(k)O*) αὐτοῖς· οὐ γέγραπται ὅτι ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; ὑμεῖς δὲ (πεποιήκατε *N(k)O*) αὐτὸν σπήλαιον λῃστῶν.
18 και ηκουσαν οι γραμματεισ και οι αρχιερεισ και εζητουν πωσ αυτον απολεσωσιν εφοβουντο γαρ αυτον οτι πασ ο οχλοσ εξεπλησσετο επι τη διδαχη αυτου
Καὶ ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ ἐζήτουν πῶς αὐτὸν (ἀπολέσωσιν· *N(k)O*) ἐφοβοῦντο γὰρ αὐτόν, πᾶς (γὰρ *N(k)O*) ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
19 και οτε οψε εγενετο εξεπορευετο εξω τησ πολεωσ
Καὶ (ὅταν *N(k)O*) ὀψὲ ἐγένετο, (ἐξεπορεύοντο *N(k)O*) ἔξω τῆς πόλεως.
20 και πρωι παραπορευομενοι ειδον την συκην εξηραμμενην εκ ριζων
καὶ παραπορευόμενοι πρωῒ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν.
21 και αναμνησθεισ ο πετροσ λεγει αυτω ραββι ιδε η συκη ην κατηρασω εξηρανται
καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ· ῥαββί, ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται.
22 και αποκριθεισ ο ιησουσ λεγει αυτοισ εχετε πιστιν θεου
Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς· ἔχετε πίστιν θεοῦ.
23 αμην γαρ λεγω υμιν οτι οσ αν ειπη τω ορει τουτω αρθητι και βληθητι εισ την θαλασσαν και μη διακριθη εν τη καρδια αυτου αλλα πιστευση οτι α λεγει γινεται εσται αυτω ο εαν ειπη
ἀμὴν (γὰρ *ko*) λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ· ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ (πιστεύῃ *N(k)O*) ὅτι (ὃ λαλεῖ *N(k)O*) γίνεται, ἔσται αὐτῷ (ὃ ἐὰν εἴπῃ. *K*)
24 δια τουτο λεγω υμιν παντα οσα αν προσευχομενοι αιτησθε πιστευετε οτι λαμβανετε και εσται υμιν
διὰ τοῦτο λέγω ὑμῖν· πάντα ὅσα (ἄν *k*) (προσεύχεσθε *N(k)O*) (καὶ *no*) (αἰτεῖσθε, *NK(o)*) πιστεύετε ὅτι (ἐλάβετε, *N(k)O*) καὶ ἔσται ὑμῖν.
25 και οταν στηκητε προσευχομενοι αφιετε ει τι εχετε κατα τινοσ ινα και ο πατηρ υμων ο εν τοισ ουρανοισ αφη υμιν τα παραπτωματα υμων
καὶ ὅταν (στήκετε *N(k)O*) προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν.
26 ει δε υμεισ ουκ αφιετε ουδε ο πατηρ υμων ο εν τοισ ουρανοισ αφησει τα παραπτωματα υμων
(εἰ *KO*) (δὲ ὑμεῖς οὖκ ἀφίετε, οὐδὲ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφήσει τὰ παραπτώματα ὑμῶν. *K*)
27 και ερχονται παλιν εισ ιεροσολυμα και εν τω ιερω περιπατουντοσ αυτου ερχονται προσ αυτον οι αρχιερεισ και οι γραμματεισ και οι πρεσβυτεροι
Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα· καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι
28 και λεγουσιν αυτω εν ποια εξουσια ταυτα ποιεισ και τισ σοι την εξουσιαν ταυτην εδωκεν ινα ταυτα ποιησ
καὶ (ἔλεγον *N(k)O*) αὐτῷ· ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς (ἢ *N(k)O*) τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς;
29 ο δε ιησουσ αποκριθεισ ειπεν αυτοισ επερωτησω υμασ και εγω ενα λογον και αποκριθητε μοι και ερω υμιν εν ποια εξουσια ταυτα ποιω
ὁ δὲ Ἰησοῦς (ἀποκριθεὶς *k*) εἶπεν αὐτοῖς· ἐπερωτήσω ὑμᾶς (κἀγὼ κἀγὼ *KO*) ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
30 το βαπτισμα ιωαννου εξ ουρανου ην η εξ ανθρωπων αποκριθητε μοι
τὸ βάπτισμα (τὸ *no*) Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι.
31 και ελογιζοντο προσ εαυτουσ λεγοντεσ εαν ειπωμεν εξ ουρανου ερει δια τι ουν ουκ επιστευσατε αυτω
καὶ (διελογίζοντο *N(k)O*) πρὸς ἑαυτοὺς λέγοντες· (τί εἴπωμεν *O*) ἐὰν εἴπωμεν· ἐξ οὐρανοῦ, ἐρεῖ· διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
32 αλλ ειπωμεν εξ ανθρωπων εφοβουντο τον λαον απαντεσ γαρ ειχον τον ιωαννην οτι οντωσ προφητησ ην
ἀλλ᾽ (ἐὰν *k*) εἴπωμεν· ἐξ ἀνθρώπων, ἐφοβοῦντο τὸν (ὄχλον· *N(k)O*) ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὄντως ὅτι προφήτης ἦν.
33 και αποκριθεντεσ λεγουσιν τω ιησου ουκ οιδαμεν και ο ιησουσ αποκριθεισ λεγει αυτοισ ουδε εγω λεγω υμιν εν ποια εξουσια ταυτα ποιω
καὶ ἀποκριθέντες τῷ Ἰησοῦ λέγουσιν· οὐκ οἴδαμεν. καὶ ὁ Ἰησοῦς (ἀποκριθεὶς *k*) λέγει αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

< Κατα Μαρκον 11 >