< Κατα Λουκαν 24 >

1 τη δε μια των σαββατων ορθρου βαθεοσ ηλθον επι το μνημα φερουσαι α ητοιμασαν αρωματα και τινεσ συν αυταισ
Τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως ἐπὶ τὸ μνῆμα ἦλθον φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα (καί τινές σὺν αὐταῖς. *K*)
2 ευρον δε τον λιθον αποκεκυλισμενον απο του μνημειου
εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου.
3 και εισελθουσαι ουχ ευρον το σωμα του κυριου ιησου
(Καὶ *k*) εἰσελθοῦσαι (δὲ *no*) οὐχ εὗρον τὸ σῶμα τοῦ κυρίου Ἰησοῦ.
4 και εγενετο εν τω διαπορεισθαι αυτασ περι τουτου και ιδου ανδρεσ δυο επεστησαν αυταισ εν εσθησεσιν αστραπτουσαισ
Καὶ ἐγένετο ἐν τῷ (ἀπορεῖσθαι *N(k)O*) αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν (ἐσθῆτι ἀστραπτούσῃ. *N(k)O*)
5 εμφοβων δε γενομενων αυτων και κλινουσων το προσωπον εισ την γην ειπον προσ αυτασ τι ζητειτε τον ζωντα μετα των νεκρων
ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν (τὰ πρόσωπα *N(k)O*) εἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς· τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;
6 ουκ εστιν ωδε αλλ ηγερθη μνησθητε ωσ ελαλησεν υμιν ετι ων εν τη γαλιλαια
οὐκ ἔστιν ὧδε ἀλλ᾽ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ
7 λεγων οτι δει τον υιον του ανθρωπου παραδοθηναι εισ χειρασ ανθρωπων αμαρτωλων και σταυρωθηναι και τη τριτη ημερα αναστηναι
λέγων τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.
8 και εμνησθησαν των ρηματων αυτου
καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ,
9 και υποστρεψασαι απο του μνημειου απηγγειλαν ταυτα παντα τοισ ενδεκα και πασιν τοισ λοιποισ
καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς.
10 ησαν δε η μαγδαληνη μαρια και ιωαννα και μαρια ιακωβου και αι λοιπαι συν αυταισ αι ελεγον προσ τουσ αποστολουσ ταυτα
ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία ἡ Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς· (αἳ *k*) ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα,
11 και εφανησαν ενωπιον αυτων ωσει ληροσ τα ρηματα αυτων και ηπιστουν αυταισ
καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα (ταῦτα *N(k)O*) καὶ ἠπίστουν αὐταῖς.
12 ο δε πετροσ αναστασ εδραμεν επι το μνημειον και παρακυψασ βλεπει τα οθονια κειμενα μονα και απηλθεν προσ εαυτον θαυμαζων το γεγονοσ
Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια (κείμενα *k*) μόνα καὶ ἀπῆλθεν πρὸς (ἑαυτὸν *NK(o)*) θαυμάζων τὸ γεγονός.
13 και ιδου δυο εξ αυτων ησαν πορευομενοι εν αυτη τη ημερα εισ κωμην απεχουσαν σταδιουσ εξηκοντα απο ιερουσαλημ η ονομα εμμαουσ
Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἰερουσαλὴμ ᾗ ὄνομα Ἐμμαοῦς.
14 και αυτοι ωμιλουν προσ αλληλουσ περι παντων των συμβεβηκοτων τουτων
καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων.
15 και εγενετο εν τω ομιλειν αυτουσ και συζητειν και αυτοσ ο ιησουσ εγγισασ συνεπορευετο αυτοισ
καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς (ὁ *k*) Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς.
16 οι δε οφθαλμοι αυτων εκρατουντο του μη επιγνωναι αυτον
οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν.
17 ειπεν δε προσ αυτουσ τινεσ οι λογοι ουτοι ουσ αντιβαλλετε προσ αλληλουσ περιπατουντεσ και εστε σκυθρωποι
εἶπεν δὲ πρὸς αὐτούς· τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες; καὶ (ἐστάθησαν *N(K)O*) σκυθρωποί.
18 αποκριθεισ δε ο εισ ω ονομα κλεοπασ ειπεν προσ αυτον συ μονοσ παροικεισ ιερουσαλημ και ουκ εγνωσ τα γενομενα εν αυτη εν ταισ ημεραισ ταυταισ
ἀποκριθεὶς δὲ (ὁ *k*) εἷς (ἐξ αὐτῶν *O*) (ᾧ *k*) (ὀνόματι *NK(o)*) Κλεοπᾶς εἶπεν πρὸς αὐτόν· σὺ μόνος παροικεῖς (ἐν *k*) Ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;
19 και ειπεν αυτοισ ποια οι δε ειπον αυτω τα περι ιησου του ναζωραιου οσ εγενετο ανηρ προφητησ δυνατοσ εν εργω και λογω εναντιον του θεου και παντοσ του λαου
καὶ εἶπεν αὐτοῖς· ποῖα; οἱ δὲ εἶπαν αὐτῷ· τὰ περὶ Ἰησοῦ τοῦ (Ναζαρηνοῦ, *N(k)O*) ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ,
20 οπωσ τε παρεδωκαν αυτον οι αρχιερεισ και οι αρχοντεσ ημων εισ κριμα θανατου και εσταυρωσαν αυτον
ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν.
21 ημεισ δε ηλπιζομεν οτι αυτοσ εστιν ο μελλων λυτρουσθαι τον ισραηλ αλλα γε συν πασιν τουτοισ τριτην ταυτην ημεραν αγει σημερον αφ ου ταυτα εγενετο
ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. ἀλλά γε (καὶ *no*) σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν ἄγει (σήμερον *ko*) ἀφ᾽ οὗ ταῦτα ἐγένετο.
22 αλλα και γυναικεσ τινεσ εξ ημων εξεστησαν ημασ γενομεναι ορθριαι επι το μνημειον
ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς γενόμεναι (ὀρθριναὶ *N(k)O*) ἐπὶ τὸ μνημεῖον,
23 και μη ευρουσαι το σωμα αυτου ηλθον λεγουσαι και οπτασιαν αγγελων εωρακεναι οι λεγουσιν αυτον ζην
καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι οἳ λέγουσιν αὐτὸν ζῆν.
24 και απηλθον τινεσ των συν ημιν επι το μνημειον και ευρον ουτωσ καθωσ και αι γυναικεσ ειπον αυτον δε ουκ ειδον
καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον καὶ εὗρον οὕτως καθὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον.
25 και αυτοσ ειπεν προσ αυτουσ ω ανοητοι και βραδεισ τη καρδια του πιστευειν επι πασιν οισ ελαλησαν οι προφηται
Καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς· ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται·
26 ουχι ταυτα εδει παθειν τον χριστον και εισελθειν εισ την δοξαν αυτου
οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ;
27 και αρξαμενοσ απο μωσεωσ και απο παντων των προφητων διηρμηνευεν αυτοισ εν πασαισ ταισ γραφαισ τα περι εαυτου
καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν (διερμήνευσεν *N(k)O*) αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ (ἑαυτοῦ. *NK(o)*)
28 και ηγγισαν εισ την κωμην ου επορευοντο και αυτοσ προσεποιειτο πορρωτερω πορευεσθαι
καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς (προσεποιήσατο *N(k)O*) πορρώτερον πορεύεσθαι.
29 και παρεβιασαντο αυτον λεγοντεσ μεινον μεθ ημων οτι προσ εσπεραν εστιν και κεκλικεν η ημερα και εισηλθεν του μειναι συν αυτοισ
καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· μεῖνον μεθ᾽ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικεν (ἤδη *no*) ἡ ἡμέρα. καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς.
30 και εγενετο εν τω κατακλιθηναι αυτον μετ αυτων λαβων τον αρτον ευλογησεν και κλασασ επεδιδου αυτοισ
καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾽ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς.
31 αυτων δε διηνοιχθησαν οι οφθαλμοι και επεγνωσαν αυτον και αυτοσ αφαντοσ εγενετο απ αυτων
αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾽ αὐτῶν.
32 και ειπον προσ αλληλουσ ουχι η καρδια ημων καιομενη ην εν ημιν ωσ ελαλει ημιν εν τη οδω και ωσ διηνοιγεν ημιν τασ γραφασ
καὶ εἶπαν πρὸς ἀλλήλους· οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ (καὶ *k*) ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς;
33 και ανασταντεσ αυτη τη ωρα υπεστρεψαν εισ ιερουσαλημ και ευρον συνηθροισμενουσ τουσ ενδεκα και τουσ συν αυτοισ
Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ καὶ εὗρον (ἠθροισμένους *N(k)O*) τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς
34 λεγοντασ οτι ηγερθη ο κυριοσ οντωσ και ωφθη σιμωνι
λέγοντας ὅτι ὄντως ἠγέρθη ὁ κύριος καὶ ὤφθη Σίμωνι.
35 και αυτοι εξηγουντο τα εν τη οδω και ωσ εγνωσθη αυτοισ εν τη κλασει του αρτου
καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
36 ταυτα δε αυτων λαλουντων αυτοσ ο ιησουσ εστη εν μεσω αυτων και λεγει αυτοισ ειρηνη υμιν
Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς (ὁ *k*) (Ἰησοῦς *K*) ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν.
37 πτοηθεντεσ δε και εμφοβοι γενομενοι εδοκουν πνευμα θεωρειν
πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν.
38 και ειπεν αυτοισ τι τεταραγμενοι εστε και δια τι διαλογισμοι αναβαινουσιν εν ταισ καρδιαισ υμων
καὶ εἶπεν αὐτοῖς· τί τεταραγμένοι ἐστὲ καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν (τῇ καρδίᾳ *N(k)O*) ὑμῶν;
39 ιδετε τασ χειρασ μου και τουσ ποδασ μου οτι αυτοσ εγω ειμι ψηλαφησατε με και ιδετε οτι πνευμα σαρκα και οστεα ουκ εχει καθωσ εμε θεωρειτε εχοντα
ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι ἐγώ εἰμι αὐτός· ψηλαφήσατέ με καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.
40 και τουτο ειπων επεδειξεν αυτοισ τασ χειρασ και τουσ ποδασ
καὶ τοῦτο εἰπὼν (ἔδειξεν *N(k)O*) αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.
41 ετι δε απιστουντων αυτων απο τησ χαρασ και θαυμαζοντων ειπεν αυτοισ εχετε τι βρωσιμον ενθαδε
ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· ἔχετέ τι βρώσιμον ἐνθάδε;
42 οι δε επεδωκαν αυτω ιχθυοσ οπτου μεροσ και απο μελισσιου κηριου
οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος (καὶ ἀπὸ μελισσίου κηρίου. *KO*)
43 και λαβων ενωπιον αυτων εφαγεν
καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.
44 ειπεν δε αυτοισ ουτοι οι λογοι ουσ ελαλησα προσ υμασ ετι ων συν υμιν οτι δει πληρωθηναι παντα τα γεγραμμενα εν τω νομω μωσεωσ και προφηταισ και ψαλμοισ περι εμου
Εἶπεν δὲ (πρὸς *no*) (αὐτούς· *N(k)O*) οὗτοι οἱ λόγοι (μου *NO*) οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ (τοῖς *no*) προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ.
45 τοτε διηνοιξεν αυτων τον νουν του συνιεναι τασ γραφασ
τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφὰς
46 και ειπεν αυτοισ οτι ουτωσ γεγραπται και ουτωσ εδει παθειν τον χριστον και αναστηναι εκ νεκρων τη τριτη ημερα
καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως γέγραπται (καὶ οὕτως ἔδει *K*) παθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ
47 και κηρυχθηναι επι τω ονοματι αυτου μετανοιαν και αφεσιν αμαρτιων εισ παντα τα εθνη αρξαμενον απο ιερουσαλημ
καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν (εἰς *N(K)O*) ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη (ἀρξάμενοι *N(k)O*) ἀπὸ Ἰερουσαλήμ.
48 υμεισ δε εστε μαρτυρεσ τουτων
ὑμεῖς (δέ *k*) (ἐστε *ko*) μάρτυρες τούτων,
49 και ιδου εγω αποστελλω την επαγγελιαν του πατροσ μου εφ υμασ υμεισ δε καθισατε εν τη πολει ιερουσαλημ εωσ ου ενδυσησθε δυναμιν εξ υψουσ
καὶ ἰδοὺ (ἐγὼ ἀποστέλλω *NK(o)*) τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾽ ὑμᾶς. ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει (Ἱερουσαλήμ *k*) ἕως οὗ ἐνδύσησθε ἐξ ὕψους δύναμιν.
50 εξηγαγεν δε αυτουσ εξω εωσ εισ βηθανιαν και επαρασ τασ χειρασ αυτου ευλογησεν αυτουσ
Ἐξήγαγεν δὲ αὐτοὺς ἔξω ἕως (πρὸς *N(k)O*) Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς.
51 και εγενετο εν τω ευλογειν αυτον αυτουσ διεστη απ αυτων και ανεφερετο εισ τον ουρανον
καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾽ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν.
52 και αυτοι προσκυνησαντεσ αυτον υπεστρεψαν εισ ιερουσαλημ μετα χαρασ μεγαλησ
καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης
53 και ησαν δια παντοσ εν τω ιερω αινουντεσ και ευλογουντεσ τον θεον αμην
καὶ ἦσαν (διὰ *N(K)O*) (παντὸς *N(k)O*) ἐν τῷ ἱερῷ (αἰνοῦντες καὶ *KO*) εὐλογοῦντες τὸν θεόν. (ἀμήν *K*)

< Κατα Λουκαν 24 >