< Κατα Λουκαν 18 >

1 ελεγεν δε και παραβολην αυτοισ προσ το δειν παντοτε προσευχεσθαι και μη εκκακειν
Ἔλεγε δὲ καὶ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν,
2 λεγων κριτησ τισ ην εν τινι πολει τον θεον μη φοβουμενοσ και ανθρωπον μη εντρεπομενοσ
λέγων, Κριτής τις ἦν ἔν τινι πόλει, τὸν Θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος·
3 χηρα δε ην εν τη πολει εκεινη και ηρχετο προσ αυτον λεγουσα εκδικησον με απο του αντιδικου μου
χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτόν, λέγουσα, Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου.
4 και ουκ ηθελησεν επι χρονον μετα δε ταυτα ειπεν εν εαυτω ει και τον θεον ου φοβουμαι και ανθρωπον ουκ εντρεπομαι
Καὶ οὐκ ἠθέλησεν ἐπὶ χρόνον· μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ, Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι·
5 δια γε το παρεχειν μοι κοπον την χηραν ταυτην εκδικησω αυτην ινα μη εισ τελοσ ερχομενη υποπιαζη με
διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην, ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑποπιάζῃ με.
6 ειπεν δε ο κυριοσ ακουσατε τι ο κριτησ τησ αδικιασ λεγει
Εἶπε δὲ ὁ Κύριος, Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει.
7 ο δε θεοσ ου μη ποιηση την εκδικησιν των εκλεκτων αυτου των βοωντων προσ αυτον ημερασ και νυκτοσ και μακροθυμων επ αυτοισ
Ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός, καὶ μακροθυμῶν ἐπ᾽ αὐτοῖς;
8 λεγω υμιν οτι ποιησει την εκδικησιν αυτων εν ταχει πλην ο υιοσ του ανθρωπου ελθων αρα ευρησει την πιστιν επι τησ γησ
Λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. Πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;
9 ειπεν δε προσ τινασ τουσ πεποιθοτασ εφ εαυτοισ οτι εισιν δικαιοι και εξουθενουντασ τουσ λοιπουσ την παραβολην ταυτην
Εἶπε δὲ πρός τινας τοὺς πεποιθότας ἐφ᾽ ἑαυτοῖς ὅτι εἰσὶ δίκαιοι, καὶ ἐξουθενοῦντας τοὺς λοιπούς, τὴν παραβολὴν ταύτην·
10 ανθρωποι δυο ανεβησαν εισ το ιερον προσευξασθαι ο εισ φαρισαιοσ και ο ετεροσ τελωνησ
Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι· ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος τελώνης.
11 ο φαρισαιοσ σταθεισ προσ εαυτον ταυτα προσηυχετο ο θεοσ ευχαριστω σοι οτι ουκ ειμι ωσπερ οι λοιποι των ανθρωπων αρπαγεσ αδικοι μοιχοι η και ωσ ουτοσ ο τελωνησ
Ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο, Ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης.
12 νηστευω δισ του σαββατου αποδεκατω παντα οσα κτωμαι
Νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.
13 και ο τελωνησ μακροθεν εστωσ ουκ ηθελεν ουδε τουσ οφθαλμουσ εισ τον ουρανον επαραι αλλ ετυπτεν εισ το στηθοσ αυτου λεγων ο θεοσ ιλασθητι μοι τω αμαρτωλω
Καὶ ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ᾽ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ, λέγων, Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.
14 λεγω υμιν κατεβη ουτοσ δεδικαιωμενοσ εισ τον οικον αυτου η γαρ εκεινοσ οτι πασ ο υψων εαυτον ταπεινωθησεται ο δε ταπεινων εαυτον υψωθησεται
Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ γὰρ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
15 προσεφερον δε αυτω και τα βρεφη ινα αυτων απτηται ιδοντεσ δε οι μαθηται επετιμησαν αυτοισ
Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη, ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμησαν αὐτοῖς.
16 ο δε ιησουσ προσκαλεσαμενοσ αυτα ειπεν αφετε τα παιδια ερχεσθαι προσ με και μη κωλυετε αυτα των γαρ τοιουτων εστιν η βασιλεια του θεου
Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτὰ εἶπεν, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.
17 αμην λεγω υμιν οσ εαν μη δεξηται την βασιλειαν του θεου ωσ παιδιον ου μη εισελθη εισ αυτην
Ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
18 και επηρωτησεν τισ αυτον αρχων λεγων διδασκαλε αγαθε τι ποιησασ ζωην αιωνιον κληρονομησω (aiōnios g166)
Καὶ ἐπηρώτησέ τις αὐτὸν ἄρχων, λέγων, Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; (aiōnios g166)
19 ειπεν δε αυτω ο ιησουσ τι με λεγεισ αγαθον ουδεισ αγαθοσ ει μη εισ ο θεοσ
Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς, Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ Θεός.
20 τασ εντολασ οιδασ μη μοιχευσησ μη φονευσησ μη κλεψησ μη ψευδομαρτυρησησ τιμα τον πατερα σου και την μητερα σου
Τὰς ἐντολὰς οἶδας, Μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου.
21 ο δε ειπεν ταυτα παντα εφυλαξαμην εκ νεοτητοσ μου
Ὁ δὲ εἶπε, Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.
22 ακουσασ δε ταυτα ο ιησουσ ειπεν αυτω ετι εν σοι λειπει παντα οσα εχεισ πωλησον και διαδοσ πτωχοισ και εξεισ θησαυρον εν ουρανω και δευρο ακολουθει μοι
Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον, καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι.
23 ο δε ακουσασ ταυτα περιλυποσ εγενετο ην γαρ πλουσιοσ σφοδρα
Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα.
24 ιδων δε αυτον ο ιησουσ περιλυπον γενομενον ειπεν πωσ δυσκολωσ οι τα χρηματα εχοντεσ εισελευσονται εισ την βασιλειαν του θεου
Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπε, Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
25 ευκοπωτερον γαρ εστιν καμηλον δια τρυμαλιασ ραφιδοσ εισελθειν η πλουσιον εισ την βασιλειαν του θεου εισελθειν
Εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.
26 ειπον δε οι ακουσαντεσ και τισ δυναται σωθηναι
Εἶπον δὲ οἱ ἀκούσαντες, Καὶ τίς δύναται σωθῆναι;
27 ο δε ειπεν τα αδυνατα παρα ανθρωποισ δυνατα εστιν παρα τω θεω
Ὁ δὲ εἶπε, Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατά ἐστι παρὰ τῷ Θεῷ.
28 ειπεν δε πετροσ ιδου ημεισ αφηκαμεν παντα και ηκολουθησαμεν σοι
Εἶπε δὲ Πέτρος, Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι.
29 ο δε ειπεν αυτοισ αμην λεγω υμιν οτι ουδεισ εστιν οσ αφηκεν οικιαν η γονεισ η αδελφουσ η γυναικα η τεκνα ενεκεν τησ βασιλειασ του θεου
Ὁ δὲ εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ γονεῖς, ἢ ἀδελφούς, ἢ γυναῖκα, ἢ τέκνα, ἕνεκεν τῆς βασιλείας τοῦ Θεοῦ,
30 οσ ου μη απολαβη πολλαπλασιονα εν τω καιρω τουτω και εν τω αιωνι τω ερχομενω ζωην αιωνιον (aiōn g165, aiōnios g166)
ὃς οὐ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. (aiōn g165, aiōnios g166)
31 παραλαβων δε τουσ δωδεκα ειπεν προσ αυτουσ ιδου αναβαινομεν εισ ιεροσολυμα και τελεσθησεται παντα τα γεγραμμενα δια των προφητων τω υιω του ανθρωπου
Παραλαβὼν δὲ τοὺς δώδεκα, εἶπε πρὸς αὐτούς, Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου.
32 παραδοθησεται γαρ τοισ εθνεσιν και εμπαιχθησεται και υβρισθησεται και εμπτυσθησεται
Παραδοθήσεται γὰρ τοῖς ἔθνεσι, καὶ ἐμπαιχθήσεται, καὶ ὑβρισθήσεται, καὶ ἐμπτυσθήσεται,
33 και μαστιγωσαντεσ αποκτενουσιν αυτον και τη ημερα τη τριτη αναστησεται
καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν· καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται.
34 και αυτοι ουδεν τουτων συνηκαν και ην το ρημα τουτο κεκρυμμενον απ αυτων και ουκ εγινωσκον τα λεγομενα
Καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ᾽ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.
35 εγενετο δε εν τω εγγιζειν αυτον εισ ιεριχω τυφλοσ τισ εκαθητο παρα την οδον προσαιτων
Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχώ, τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν·
36 ακουσασ δε οχλου διαπορευομενου επυνθανετο τι ειη τουτο
ἀκούσας δὲ ὄχλου διαπορευομένου, ἐπυνθάνετο τί εἴη τοῦτο.
37 απηγγειλαν δε αυτω οτι ιησουσ ο ναζωραιοσ παρερχεται
Ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται.
38 και εβοησεν λεγων ιησου υιε δαυιδ ελεησον με
Καὶ ἐβόησε, λέγων, Ἰησοῦ, υἱὲ Δαυίδ, ἐλέησόν με.
39 και οι προαγοντεσ επετιμων αυτω ινα σιωπηση αυτοσ δε πολλω μαλλον εκραζεν υιε δαυιδ ελεησον με
Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ Δαυίδ, ἐλέησόν με.
40 σταθεισ δε ο ιησουσ εκελευσεν αυτον αχθηναι προσ αυτον εγγισαντοσ δε αυτου επηρωτησεν αυτον
Σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν· ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν,
41 λεγων τι σοι θελεισ ποιησω ο δε ειπεν κυριε ινα αναβλεψω
λέγων, Τί σοι θέλεις ποιήσω; Ὁ δὲ εἶπε, Κύριε, ἵνα ἀναβλέψω.
42 και ο ιησουσ ειπεν αυτω αναβλεψον η πιστισ σου σεσωκεν σε
Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε.
43 και παραχρημα ανεβλεψεν και ηκολουθει αυτω δοξαζων τον θεον και πασ ο λαοσ ιδων εδωκεν αινον τω θεω
Καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ, δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.

< Κατα Λουκαν 18 >