< Κατα Λουκαν 11 >
1 και εγενετο εν τω ειναι αυτον εν τοπω τινι προσευχομενον ωσ επαυσατο ειπεν τισ των μαθητων αυτου προσ αυτον κυριε διδαξον ημασ προσευχεσθαι καθωσ και ιωαννησ εδιδαξεν τουσ μαθητασ αυτου
Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέν τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν, “˚Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξεν τοὺς μαθητὰς αὐτοῦ.”
2 ειπεν δε αυτοισ οταν προσευχησθε λεγετε πατερ ημων ο εν τοισ ουρανοισ αγιασθητω το ονομα σου ελθετω η βασιλεια σου γενηθητω το θελημα σου ωσ εν ουρανω και επι τησ γησ
Εἶπεν δὲ αὐτοῖς, “Ὅταν προσεύχησθε, λέγετε, ‘Πάτερ, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθάτω ἡ βασιλεία σου.
3 τον αρτον ημων τον επιουσιον διδου ημιν το καθ ημεραν
Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον, δίδου ἡμῖν τὸ καθʼ ἡμέραν.
4 και αφεσ ημιν τασ αμαρτιασ ημων και γαρ αυτοι αφιεμεν παντι οφειλοντι ημιν και μη εισενεγκησ ημασ εισ πειρασμον αλλα ρυσαι ημασ απο του πονηρου
Καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφίομεν παντὶ ὀφείλοντι ἡμῖν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν.’”
5 και ειπεν προσ αυτουσ τισ εξ υμων εξει φιλον και πορευσεται προσ αυτον μεσονυκτιου και ειπη αυτω φιλε χρησον μοι τρεισ αρτουσ
Καὶ εἶπεν πρὸς αὐτούς, “Τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου, καὶ εἴπῃ αὐτῷ, ‘Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους,
6 επειδη φιλοσ παρεγενετο εξ οδου προσ με και ουκ εχω ο παραθησω αυτω
ἐπειδὴ φίλος μου παρεγένετο ἐξ ὁδοῦ πρός με, καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ.’
7 κακεινοσ εσωθεν αποκριθεισ ειπη μη μοι κοπουσ παρεχε ηδη η θυρα κεκλεισται και τα παιδια μου μετ εμου εισ την κοιτην εισιν ου δυναμαι αναστασ δουναι σοι
Κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ, ‘Μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετʼ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι.’
8 λεγω υμιν ει και ου δωσει αυτω αναστασ δια το ειναι αυτου φιλον δια γε την αναιδειαν αυτου εγερθεισ δωσει αυτω οσον χρηζει
Λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς, διὰ τὸ εἶναι φίλον αὐτοῦ, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς, δώσει αὐτῷ ὅσων χρῄζει.
9 καγω υμιν λεγω αιτειτε και δοθησεται υμιν ζητειτε και ευρησετε κρουετε και ανοιγησεται υμιν
Κἀγὼ ὑμῖν λέγω, ‘Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.
10 πασ γαρ ο αιτων λαμβανει και ο ζητων ευρισκει και τω κρουοντι ανοιγησεται
Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.’
11 τινα δε υμων τον πατερα αιτησει ο υιοσ αρτον μη λιθον επιδωσει αυτω η και ιχθυν μη αντι ιχθυοσ οφιν επιδωσει αυτω
Τίνα δὲ ἐξ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ἰχθύν, καὶ ἀντὶ ἰχθύος, ὄφιν αὐτῷ ἐπιδώσει;
12 η και εαν αιτηση ωον μη επιδωσει αυτω σκορπιον
ἢ καὶ αἰτήσει ᾠόν, ἐπιδώσει αὐτῷ σκορπίον;
13 ει ουν υμεισ πονηροι υπαρχοντεσ οιδατε δοματα αγαθα διδοναι τοισ τεκνοισ υμων ποσω μαλλον ο πατηρ ο εξ ουρανου δωσει πνευμα αγιον τοισ αιτουσιν αυτον
Εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει ˚Πνεῦμα Ἅγιον τοῖς αἰτοῦσιν αὐτόν;”
14 και ην εκβαλλων δαιμονιον και αυτο ην κωφον εγενετο δε του δαιμονιου εξελθοντοσ ελαλησεν ο κωφοσ και εθαυμασαν οι οχλοι
Καὶ ἦν ἐκβάλλων δαιμόνιον κωφόν. Ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος, ἐλάλησεν ὁ κωφός. Καὶ ἐθαύμασαν οἱ ὄχλοι.
15 τινεσ δε εξ αυτων ειπον εν βεελζεβουλ αρχοντι των δαιμονιων εκβαλλει τα δαιμονια
Τινὲς δὲ ἐξ αὐτῶν εἶπον, “Ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων, ἐκβάλλει τὰ δαιμόνια.”
16 ετεροι δε πειραζοντεσ σημειον παρ αυτου εζητουν εξ ουρανου
Ἕτεροι δὲ πειράζοντες, σημεῖον ἐξ οὐρανοῦ ἐζήτουν παρʼ αὐτοῦ.
17 αυτοσ δε ειδωσ αυτων τα διανοηματα ειπεν αυτοισ πασα βασιλεια εφ εαυτην διαμερισθεισα ερημουται και οικοσ επι οικον πιπτει
Αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς, “Πᾶσα βασιλεία ἐφʼ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται, καὶ οἶκος ἐπὶ οἶκον πίπτει.
18 ει δε και ο σατανασ εφ εαυτον διεμερισθη πωσ σταθησεται η βασιλεια αυτου οτι λεγετε εν βεελζεβουλ εκβαλλειν με τα δαιμονια
Εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφʼ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ; Ὅτι λέγετε, ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια.
19 ει δε εγω εν βεελζεβουλ εκβαλλω τα δαιμονια οι υιοι υμων εν τινι εκβαλλουσιν δια τουτο κριται υμων αυτοι εσονται
Εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; Διὰ τοῦτο, αὐτοὶ ὑμῶν κριταὶ ἔσονται.
20 ει δε εν δακτυλω θεου εκβαλλω τα δαιμονια αρα εφθασεν εφ υμασ η βασιλεια του θεου
Εἰ δὲ ἐν δακτύλῳ ˚Θεοῦ, ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφʼ ὑμᾶς ἡ Βασιλεία τοῦ ˚Θεοῦ.
21 οταν ο ισχυροσ καθωπλισμενοσ φυλασση την εαυτου αυλην εν ειρηνη εστιν τα υπαρχοντα αυτου
Ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος, φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ·
22 επαν δε ο ισχυροτεροσ αυτου επελθων νικηση αυτον την πανοπλιαν αυτου αιρει εφ η επεποιθει και τα σκυλα αυτου διαδιδωσιν
ἐπὰν δὲ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν, νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφʼ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν.
23 ο μη ων μετ εμου κατ εμου εστιν και ο μη συναγων μετ εμου σκορπιζει
Ὁ μὴ ὢν μετʼ ἐμοῦ, κατʼ ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετʼ ἐμοῦ, σκορπίζει.
24 οταν το ακαθαρτον πνευμα εξελθη απο του ανθρωπου διερχεται δι ανυδρων τοπων ζητουν αναπαυσιν και μη ευρισκον λεγει υποστρεψω εισ τον οικον μου οθεν εξηλθον
Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται διʼ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ μὴ εὑρίσκον, λέγει, ‘Ὑποστρέψω εἰς τὸν οἶκόν μου, ὅθεν ἐξῆλθον.’
25 και ελθον ευρισκει σεσαρωμενον και κεκοσμημενον
Καὶ ἐλθὸν, εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον.
26 τοτε πορευεται και παραλαμβανει επτα ετερα πνευματα πονηροτερα εαυτου και ελθοντα κατοικει εκει και γινεται τα εσχατα του ανθρωπου εκεινου χειρονα των πρωτων
Τότε πορεύεται καὶ παραλαμβάνει ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ ἑπτά, καὶ εἰσελθόντα, κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου, χείρονα τῶν πρώτων.”
27 εγενετο δε εν τω λεγειν αυτον ταυτα επαρασα τισ γυνη φωνην εκ του οχλου ειπεν αυτω μακαρια η κοιλια η βαστασασα σε και μαστοι ουσ εθηλασασ
Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις φωνὴν γυνὴ ἐκ τοῦ ὄχλου, εἶπεν αὐτῷ, “Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας.”
28 αυτοσ δε ειπεν μενουνγε μακαριοι οι ακουοντεσ τον λογον του θεου και φυλασσοντεσ αυτον
Αὐτὸς δὲ εἶπεν, “Μενοῦν, μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ ˚Θεοῦ καὶ φυλάσσοντες.”
29 των δε οχλων επαθροιζομενων ηρξατο λεγειν η γενεα αυτη πονηρα εστιν σημειον επιζητει και σημειον ου δοθησεται αυτη ει μη το σημειον ιωνα του προφητου
Τῶν δὲ ὄχλων ἐπαθροιζομένων, ἤρξατο λέγειν, “Ἡ γενεὰ αὕτη γενεὰ πονηρά ἐστιν· σημεῖον ζητεῖ καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ.
30 καθωσ γαρ εγενετο ιωνασ σημειον τοισ νινευιταισ ουτωσ εσται και ο υιοσ του ανθρωπου τη γενεα ταυτη
Καθὼς γὰρ ἐγένετο Ἰωνᾶς τοῖς Νινευίταις σημεῖον, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου τῇ γενεᾷ ταύτῃ.
31 βασιλισσα νοτου εγερθησεται εν τη κρισει μετα των ανδρων τησ γενεασ ταυτησ και κατακρινει αυτουσ οτι ηλθεν εκ των περατων τησ γησ ακουσαι την σοφιαν σολομωνοσ και ιδου πλειον σολομωνοσ ωδε
Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης, καὶ κατακρινεῖ αὐτούς, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδοὺ, πλεῖον Σολομῶνος ὧδε.
32 ανδρεσ νινευι αναστησονται εν τη κρισει μετα τησ γενεασ ταυτησ και κατακρινουσιν αυτην οτι μετενοησαν εισ το κηρυγμα ιωνα και ιδου πλειον ιωνα ωδε
Ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ, πλεῖον Ἰωνᾶ ὧδε.
33 ουδεισ δε λυχνον αψασ εισ κρυπτην τιθησιν ουδε υπο τον μοδιον αλλ επι την λυχνιαν ινα οι εισπορευομενοι το φεγγοσ βλεπωσιν
Οὐδεὶς λύχνον ἅψας εἰς κρύπτην τίθησιν, οὐδὲ ὑπὸ τὸν μόδιον, ἀλλʼ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ φῶς βλέπωσιν.
34 ο λυχνοσ του σωματοσ εστιν ο οφθαλμοσ οταν ουν ο οφθαλμοσ σου απλουσ η και ολον το σωμα σου φωτεινον εστιν επαν δε πονηροσ η και το σωμα σου σκοτεινον
Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός σου. Ὅταν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν.
35 σκοπει ουν μη το φωσ το εν σοι σκοτοσ εστιν
Σκόπει οὖν, μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν.
36 ει ουν το σωμα σου ολον φωτεινον μη εχον τι μεροσ σκοτεινον εσται φωτεινον ολον ωσ οταν ο λυχνοσ τη αστραπη φωτιζη σε
Εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον μέρος τι σκοτεινόν, ἔσται φωτεινὸν ὅλον, ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.”
37 εν δε τω λαλησαι ηρωτα αυτον φαρισαιοσ τισ οπωσ αριστηση παρ αυτω εισελθων δε ανεπεσεν
Ἐν δὲ τῷ λαλῆσαι, ἐρωτᾷ αὐτὸν Φαρισαῖος ὅπως ἀριστήσῃ παρʼ αὐτῷ, εἰσελθὼν δὲ, ἀνέπεσεν.
38 ο δε φαρισαιοσ ιδων εθαυμασεν οτι ου πρωτον εβαπτισθη προ του αριστου
Ὁ δὲ Φαρισαῖος ἰδὼν, ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου.
39 ειπεν δε ο κυριοσ προσ αυτον νυν υμεισ οι φαρισαιοι το εξωθεν του ποτηριου και του πινακοσ καθαριζετε το δε εσωθεν υμων γεμει αρπαγησ και πονηριασ
Εἶπεν δὲ ὁ ˚Κύριος πρὸς αὐτόν, “Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας.
40 αφρονεσ ουχ ο ποιησασ το εξωθεν και το εσωθεν εποιησεν
Ἄφρονες! Οὐχ ὁ ποιήσας τὸ ἔξωθεν, καὶ τὸ ἔσωθεν ἐποίησεν;
41 πλην τα ενοντα δοτε ελεημοσυνην και ιδου παντα καθαρα υμιν εστιν
Πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδοὺ, πάντα καθαρὰ ὑμῖν ἐστιν.
42 αλλ ουαι υμιν τοισ φαρισαιοισ οτι αποδεκατουτε το ηδυοσμον και το πηγανον και παν λαχανον και παρερχεσθε την κρισιν και την αγαπην του θεου ταυτα εδει ποιησαι κακεινα μη αφιεναι
Ἀλλὰ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον, καὶ τὸ πήγανον, καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ ˚Θεοῦ. Ταῦτα δὲ ἔδει ποιῆσαι, κἀκεῖνα μὴ παρεῖναι.
43 ουαι υμιν τοισ φαρισαιοισ οτι αγαπατε την πρωτοκαθεδριαν εν ταισ συναγωγαισ και τουσ ασπασμουσ εν ταισ αγοραισ
Οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς.
44 ουαι υμιν γραμματεισ και φαρισαιοι υποκριται οτι εστε ωσ τα μνημεια τα αδηλα και οι ανθρωποι περιπατουντεσ επανω ουκ οιδασιν
Οὐαὶ ὑμῖν, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνθρωποι περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν.”
45 αποκριθεισ δε τισ των νομικων λεγει αυτω διδασκαλε ταυτα λεγων και ημασ υβριζεισ
Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ, “Διδάσκαλε, ταῦτα λέγων, καὶ ἡμᾶς ὑβρίζεις.”
46 ο δε ειπεν και υμιν τοισ νομικοισ ουαι οτι φορτιζετε τουσ ανθρωπουσ φορτια δυσβαστακτα και αυτοι ενι των δακτυλων υμων ου προσψαυετε τοισ φορτιοισ
Ὁ δὲ εἶπεν, “Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί! Ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις.
47 ουαι υμιν οτι οικοδομειτε τα μνημεια των προφητων οι δε πατερεσ υμων απεκτειναν αυτουσ
Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς.
48 αρα μαρτυρειτε και συνευδοκειτε τοισ εργοισ των πατερων υμων οτι αυτοι μεν απεκτειναν αυτουσ υμεισ δε οικοδομειτε αυτων τα μνημεια
Ἄρα μαρτυρεῖτε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν, ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς, ὑμεῖς δὲ οἰκοδομεῖτε.
49 δια τουτο και η σοφια του θεου ειπεν αποστελω εισ αυτουσ προφητασ και αποστολουσ και εξ αυτων αποκτενουσιν και εκδιωξουσιν
Διὰ τοῦτο καὶ ἡ σοφία τοῦ ˚Θεοῦ εἶπεν, ‘Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσιν καὶ διώξουσιν,
50 ινα εκζητηθη το αιμα παντων των προφητων το εκχυνομενον απο καταβολησ κοσμου απο τησ γενεασ ταυτησ
ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν, τὸ ἐκχυννόμενον ἀπὸ καταβολῆς κόσμου, ἀπὸ τῆς γενεᾶς ταύτης,
51 απο του αιματοσ αβελ εωσ του αιματοσ ζαχαριου του απολομενου μεταξυ του θυσιαστηριου και του οικου ναι λεγω υμιν εκζητηθησεται απο τησ γενεασ ταυτησ
ἀπὸ αἵματος Ἅβελ ἕως αἵματος Ζαχαρίου, τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου. Ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης.’
52 ουαι υμιν τοισ νομικοισ οτι ηρατε την κλειδα τησ γνωσεωσ αυτοι ουκ εισηλθετε και τουσ εισερχομενουσ εκωλυσατε
Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθατε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.”
53 λεγοντοσ δε αυτου ταυτα προσ αυτουσ ηρξαντο οι γραμματεισ και οι φαρισαιοι δεινωσ ενεχειν και αποστοματιζειν αυτον περι πλειονων
Κἀκεῖθεν ἐξελθόντος αὐτοῦ, ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν, καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων,
54 ενεδρευοντεσ αυτον ζητουντεσ θηρευσαι τι εκ του στοματοσ αυτου ινα κατηγορησωσιν αυτου
ἐνεδρεύοντες αὐτὸν θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ.