< Κατα Λουκαν 1 >
1 επειδηπερ πολλοι επεχειρησαν αναταξασθαι διηγησιν περι των πεπληροφορημενων εν ημιν πραγματων
Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν, περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων,
2 καθωσ παρεδοσαν ημιν οι απ αρχησ αυτοπται και υπηρεται γενομενοι του λογου
καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπʼ ἀρχῆς, αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου,
3 εδοξεν καμοι παρηκολουθηκοτι ανωθεν πασιν ακριβωσ καθεξησ σοι γραψαι κρατιστε θεοφιλε
ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς, καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε,
4 ινα επιγνωσ περι ων κατηχηθησ λογων την ασφαλειαν
ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.
5 εγενετο εν ταισ ημεραισ ηρωδου του βασιλεωσ τησ ιουδαιασ ιερευσ τισ ονοματι ζαχαριασ εξ εφημεριασ αβια και η γυνη αυτου εκ των θυγατερων ααρων και το ονομα αυτησ ελισαβετ
Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας, ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά, καὶ γυνὴ αὐτῷ ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς, Ἐλισάβετ.
6 ησαν δε δικαιοι αμφοτεροι ενωπιον του θεου πορευομενοι εν πασαισ ταισ εντολαισ και δικαιωμασιν του κυριου αμεμπτοι
Ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐναντίον τοῦ ˚Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ ˚Κυρίου ἄμεμπτοι.
7 και ουκ ην αυτοισ τεκνον καθοτι η ελισαβετ ην στειρα και αμφοτεροι προβεβηκοτεσ εν ταισ ημεραισ αυτων ησαν
Καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἡ Ἐλισάβετ ἦν στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.
8 εγενετο δε εν τω ιερατευειν αυτον εν τη ταξει τησ εφημεριασ αυτου εναντι του θεου
Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν, ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ ˚Θεοῦ,
9 κατα το εθοσ τησ ιερατειασ ελαχεν του θυμιασαι εισελθων εισ τον ναον του κυριου
κατὰ τὸ ἔθος τῆς ἱερατείας, ἔλαχε τοῦ θυμιᾶσαι, εἰσελθὼν εἰς τὸν ναὸν τοῦ ˚Κυρίου.
10 και παν το πληθοσ ην του λαου προσευχομενον εξω τη ωρα του θυμιαματοσ
Καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος.
11 ωφθη δε αυτω αγγελοσ κυριου εστωσ εκ δεξιων του θυσιαστηριου του θυμιαματοσ
Ὤφθη δὲ αὐτῷ ἄγγελος ˚Κυρίου, ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος.
12 και εταραχθη ζαχαριασ ιδων και φοβοσ επεπεσεν επ αυτον
Καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπʼ αὐτόν.
13 ειπεν δε προσ αυτον ο αγγελοσ μη φοβου ζαχαρια διοτι εισηκουσθη η δεησισ σου και η γυνη σου ελισαβετ γεννησει υιον σοι και καλεσεισ το ονομα αυτου ιωαννην
Εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος, “Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην.
14 και εσται χαρα σοι και αγαλλιασισ και πολλοι επι τη γεννησει αυτου χαρησονται
Καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γενέσει αὐτοῦ χαρήσονται.
15 εσται γαρ μεγασ ενωπιον του κυριου και οινον και σικερα ου μη πιη και πνευματοσ αγιου πλησθησεται ετι εκ κοιλιασ μητροσ αυτου
Ἔσται γὰρ μέγας ἐνώπιον τοῦ ˚Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ ˚Πνεύματος Ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ.
16 και πολλουσ των υιων ισραηλ επιστρεψει επι κυριον τον θεον αυτων
Καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ ˚Κύριον, τὸν ˚Θεὸν αὐτῶν.
17 και αυτοσ προελευσεται ενωπιον αυτου εν πνευματι και δυναμει ηλιου επιστρεψαι καρδιασ πατερων επι τεκνα και απειθεισ εν φρονησει δικαιων ετοιμασαι κυριω λαον κατεσκευασμενον
Καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλεία, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα, καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι ˚Κυρίῳ λαὸν κατεσκευασμένον.”
18 και ειπεν ζαχαριασ προσ τον αγγελον κατα τι γνωσομαι τουτο εγω γαρ ειμι πρεσβυτησ και η γυνη μου προβεβηκυια εν ταισ ημεραισ αυτησ
Καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον, “Κατὰ τί γνώσομαι τοῦτο; Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς.”
19 και αποκριθεισ ο αγγελοσ ειπεν αυτω εγω ειμι γαβριηλ ο παρεστηκωσ ενωπιον του θεου και απεσταλην λαλησαι προσ σε και ευαγγελισασθαι σοι ταυτα
Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ, “Ἐγώ εἰμι Γαβριὴλ, ὁ παρεστηκὼς ἐνώπιον τοῦ ˚Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ, καὶ εὐαγγελίσασθαί σοι ταῦτα.
20 και ιδου εση σιωπων και μη δυναμενοσ λαλησαι αχρι ησ ημερασ γενηται ταυτα ανθ ων ουκ επιστευσασ τοισ λογοισ μου οιτινεσ πληρωθησονται εισ τον καιρον αυτων
Καὶ ἰδοὺ, ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθʼ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.”
21 και ην ο λαοσ προσδοκων τον ζαχαριαν και εθαυμαζον εν τω χρονιζειν αυτον εν τω ναω
Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν αὐτόν ἐν τῷ ναῷ.
22 εξελθων δε ουκ ηδυνατο λαλησαι αυτοισ και επεγνωσαν οτι οπτασιαν εωρακεν εν τω ναω και αυτοσ ην διανευων αυτοισ και διεμενεν κωφοσ
Ἐξελθὼν δὲ οὐκ ἐδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ. Καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενεν κωφός.
23 και εγενετο ωσ επλησθησαν αι ημεραι τησ λειτουργιασ αυτου απηλθεν εισ τον οικον αυτου
Καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
24 μετα δε ταυτασ τασ ημερασ συνελαβεν ελισαβετ η γυνη αυτου και περιεκρυβεν εαυτην μηνασ πεντε λεγουσα
Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε λέγουσα,
25 οτι ουτωσ μοι πεποιηκεν ο κυριοσ εν ημεραισ αισ επειδεν αφελειν το ονειδοσ μου εν ανθρωποισ
ὅτι “Οὕτως μοι πεποίηκεν ˚Κύριος, ἐν ἡμέραις αἷς ἐπεῖδεν, ἀφελεῖν ὄνειδός μου ἐν ἀνθρώποις.”
26 εν δε τω μηνι τω εκτω απεσταλη ο αγγελοσ γαβριηλ υπο του θεου εισ πολιν τησ γαλιλαιασ η ονομα ναζαρετ
Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ, ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ἀπὸ τοῦ ˚Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρὲτ,
27 προσ παρθενον μεμνηστευμενην ανδρι ω ονομα ιωσηφ εξ οικου δαυιδ και το ονομα τησ παρθενου μαριαμ
πρὸς παρθένον ἐμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα Ἰωσὴφ, ἐξ οἴκου Δαυὶδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ.
28 και εισελθων ο αγγελοσ προσ αυτην ειπεν χαιρε κεχαριτωμενη ο κυριοσ μετα σου ευλογημενη συ εν γυναιξιν
Καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν, εἶπεν, “Χαῖρε, κεχαριτωμένη! Ὁ ˚Κύριος μετὰ σοῦ.”
29 η δε ιδουσα διεταραχθη επι τω λογω αυτου και διελογιζετο ποταποσ ειη ο ασπασμοσ ουτοσ
Ἡ δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη, καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος.
30 και ειπεν ο αγγελοσ αυτη μη φοβου μαριαμ ευρεσ γαρ χαριν παρα τω θεω
Καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ, “Μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ ˚Θεῷ.
31 και ιδου συλληψη εν γαστρι και τεξη υιον και καλεσεισ το ονομα αυτου ιησουν
Καὶ ἰδοὺ, συλλήμψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ˚Ἰησοῦν.
32 ουτοσ εσται μεγασ και υιοσ υψιστου κληθησεται και δωσει αυτω κυριοσ ο θεοσ τον θρονον δαυιδ του πατροσ αυτου
Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ ˚Κύριος ὁ ˚Θεὸς τὸν θρόνον Δαυὶδ, τοῦ πατρὸς αὐτοῦ,
33 και βασιλευσει επι τον οικον ιακωβ εισ τουσ αιωνασ και τησ βασιλειασ αυτου ουκ εσται τελοσ (aiōn )
καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ, εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ, οὐκ ἔσται τέλος.” (aiōn )
34 ειπεν δε μαριαμ προσ τον αγγελον πωσ εσται τουτο επει ανδρα ου γινωσκω
Εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον, “Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;”
35 και αποκριθεισ ο αγγελοσ ειπεν αυτη πνευμα αγιον επελευσεται επι σε και δυναμισ υψιστου επισκιασει σοι διο και το γεννωμενον αγιον κληθησεται υιοσ θεου
Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ, “˚Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον Ἅγιον κληθήσεται, Υἱὸς ˚Θεοῦ.
36 και ιδου ελισαβετ η συγγενησ σου και αυτη συνειληφυια υιον εν γηρει αυτησ και ουτοσ μην εκτοσ εστιν αυτη τη καλουμενη στειρα
Καὶ ἰδοὺ, Ἐλισάβετ, ἡ συγγενίς σου, καὶ αὐτὴ συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ.
37 οτι ουκ αδυνατησει παρα τω θεω παν ρημα
Ὅτι οὐκ ἀδυνατήσει παρὰ τοῦ ˚Θεοῦ πᾶν ῥῆμα.”
38 ειπεν δε μαριαμ ιδου η δουλη κυριου γενοιτο μοι κατα το ρημα σου και απηλθεν απ αυτησ ο αγγελοσ
Εἶπεν δὲ Μαριάμ, “Ἰδοὺ, ἡ δούλη ˚Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.” Καὶ ἀπῆλθεν ἀπʼ αὐτῆς ὁ ἄγγελος.
39 αναστασα δε μαριαμ εν ταισ ημεραισ ταυταισ επορευθη εισ την ορεινην μετα σπουδησ εισ πολιν ιουδα
Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα,
40 και εισηλθεν εισ τον οικον ζαχαριου και ησπασατο την ελισαβετ
καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ.
41 και εγενετο ωσ ηκουσεν η ελισαβετ τον ασπασμον τησ μαριασ εσκιρτησεν το βρεφοσ εν τη κοιλια αυτησ και επλησθη πνευματοσ αγιου η ελισαβετ
Καὶ ἐγένετο, ὡς ἤκουσεν τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη ˚Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ,
42 και ανεφωνησεν φωνη μεγαλη και ειπεν ευλογημενη συ εν γυναιξιν και ευλογημενοσ ο καρποσ τησ κοιλιασ σου
καὶ ἀνεφώνησεν φωνῇ μεγάλῃ καὶ εἶπεν, “Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.
43 και ποθεν μοι τουτο ινα ελθη η μητηρ του κυριου μου προσ με
Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ ˚Κυρίου μου πρὸς ἐμέ;
44 ιδου γαρ ωσ εγενετο η φωνη του ασπασμου σου εισ τα ωτα μου εσκιρτησεν το βρεφοσ εν αγαλλιασει εν τη κοιλια μου
Ἰδοὺ γὰρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου.
45 και μακαρια η πιστευσασα οτι εσται τελειωσισ τοισ λελαλημενοισ αυτη παρα κυριου
Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ ˚Κυρίου.”
46 και ειπεν μαριαμ μεγαλυνει η ψυχη μου τον κυριον
Καὶ εἶπεν Μαριάμ: “Μεγαλύνει ἡ ψυχή μου τὸν ˚Κύριον,
47 και ηγαλλιασεν το πνευμα μου επι τω θεω τω σωτηρι μου
καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ ˚Θεῷ, τῷ Σωτῆρί μου.
48 οτι επεβλεψεν επι την ταπεινωσιν τησ δουλησ αυτου ιδου γαρ απο του νυν μακαριουσιν με πασαι αι γενεαι
Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ, ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί.
49 οτι εποιησεν μοι μεγαλεια ο δυνατοσ και αγιον το ονομα αυτου
Ὅτι ἐποίησέν μοι μεγάλα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ.
50 και το ελεοσ αυτου εισ γενεασ γενεων τοισ φοβουμενοισ αυτον
‘Καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς καὶ γενεὰς, τοῖς φοβουμένοις αὐτόν.’
51 εποιησεν κρατοσ εν βραχιονι αυτου διεσκορπισεν υπερηφανουσ διανοια καρδιασ αυτων
Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
52 καθειλεν δυναστασ απο θρονων και υψωσεν ταπεινουσ
Καθεῖλεν δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσεν ταπεινούς.
53 πεινωντασ ενεπλησεν αγαθων και πλουτουντασ εξαπεστειλεν κενουσ
‘Πεινῶντας ἐνέπλησεν ἀγαθῶν’, καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.
54 αντελαβετο ισραηλ παιδοσ αυτου μνησθηναι ελεουσ
Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους,
55 καθωσ ελαλησεν προσ τουσ πατερασ ημων τω αβρααμ και τω σπερματι αυτου εισ τον αιωνα (aiōn )
καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ, εἰς τὸν αἰῶνα.” (aiōn )
56 εμεινεν δε μαριαμ συν αυτη ωσει μηνασ τρεισ και υπεστρεψεν εισ τον οικον αυτησ
Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ὡς μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
57 τη δε ελισαβετ επλησθη ο χρονοσ του τεκειν αυτην και εγεννησεν υιον
Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος, τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν.
58 και ηκουσαν οι περιοικοι και οι συγγενεισ αυτησ οτι εμεγαλυνεν κυριοσ το ελεοσ αυτου μετ αυτησ και συνεχαιρον αυτη
Καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν ˚Κύριος τὸ ἔλεος αὐτοῦ μετʼ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ.
59 και εγενετο εν τη ογδοη ημερα ηλθον περιτεμειν το παιδιον και εκαλουν αυτο επι τω ονοματι του πατροσ αυτου ζαχαριαν
Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ, Ζαχαρίαν.
60 και αποκριθεισα η μητηρ αυτου ειπεν ουχι αλλα κληθησεται ιωαννησ
Καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν, “Οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης.”
61 και ειπον προσ αυτην οτι ουδεισ εστιν εν τη συγγενεια σου οσ καλειται τω ονοματι τουτω
Καὶ εἶπον πρὸς αὐτὴν, ὅτι “Οὐδείς ἐστιν ἐκ τῆς συγγενείας σου, ὃς καλεῖται τῷ ὀνόματι τούτῳ.”
62 ενενευον δε τω πατρι αυτου το τι αν θελοι καλεισθαι αυτον
Ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ, τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτό.
63 και αιτησασ πινακιδιον εγραψεν λεγων ιωαννησ εστιν το ονομα αυτου και εθαυμασαν παντεσ
Καὶ αἰτήσας πινακίδιον, ἔγραψεν λέγων, “Ἰωάννης ἐστὶν ὄνομα αὐτοῦ.” Καὶ ἐθαύμασαν πάντες.
64 ανεωχθη δε το στομα αυτου παραχρημα και η γλωσσα αυτου και ελαλει ευλογων τον θεον
Ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα, καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν ˚Θεόν.
65 και εγενετο επι παντασ φοβοσ τουσ περιοικουντασ αυτουσ και εν ολη τη ορεινη τησ ιουδαιασ διελαλειτο παντα τα ρηματα ταυτα
Καὶ ἐγένετο ἐπὶ πάντας φόβος, τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα.
66 και εθεντο παντεσ οι ακουσαντεσ εν τη καρδια αυτων λεγοντεσ τι αρα το παιδιον τουτο εσται και χειρ κυριου ην μετ αυτου
Καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες, “Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται;” Καὶ γὰρ χεὶρ ˚Κυρίου ἦν μετʼ αὐτοῦ.
67 και ζαχαριασ ο πατηρ αυτου επλησθη πνευματοσ αγιου και προεφητευσεν λεγων
Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ, ἐπλήσθη ˚Πνεύματος Ἁγίου καὶ ἐπροφήτευσεν λέγων,
68 ευλογητοσ κυριοσ ο θεοσ του ισραηλ οτι επεσκεψατο και εποιησεν λυτρωσιν τω λαω αυτου
“Εὐλογητὸς ˚Κύριος ὁ ˚Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ,
69 και ηγειρεν κερασ σωτηριασ ημιν εν τω οικω δαυιδ του παιδοσ αυτου
καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυὶδ, παιδὸς αὐτοῦ,
70 καθωσ ελαλησεν δια στοματοσ των αγιων των απ αιωνοσ προφητων αυτου (aiōn )
(καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων ἀπʼ αἰῶνος προφητῶν αὐτοῦ), (aiōn )
71 σωτηριαν εξ εχθρων ημων και εκ χειροσ παντων των μισουντων ημασ
σωτηρίαν ‘ἐξ ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς’,
72 ποιησαι ελεοσ μετα των πατερων ημων και μνησθηναι διαθηκησ αγιασ αυτου
ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,
73 ορκον ον ωμοσεν προσ αβρααμ τον πατερα ημων του δουναι ημιν
ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ, τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν
74 αφοβωσ εκ χειροσ των εχθρων ημων ρυσθεντασ λατρευειν αυτω
ἀφόβως ἐκ χειρὸς ἐχθρῶν ῥυσθέντας, λατρεύειν αὐτῷ
75 εν οσιοτητι και δικαιοσυνη ενωπιον αυτου πασασ τασ ημερασ τησ ζωησ ημων
ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ, πάσαις ταῖς ἡμέραις ἡμῶν.
76 και συ παιδιον προφητησ υψιστου κληθηση προπορευση γαρ προ προσωπου κυριου ετοιμασαι οδουσ αυτου
Καὶ σὺ δέ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ, ‘προπορεύσῃ γὰρ ἐνώπιον ˚Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ’,
77 του δουναι γνωσιν σωτηριασ τω λαω αυτου εν αφεσει αμαρτιων αυτων
τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν,
78 δια σπλαγχνα ελεουσ θεου ημων εν οισ επεσκεψατο ημασ ανατολη εξ υψουσ
διὰ σπλάγχνα ἐλέους ˚Θεοῦ ἡμῶν, ἐν οἷς ἐπισκέψεται ἡμᾶς ἀνατολὴ ἐξ ὕψους,
79 επιφαναι τοισ εν σκοτει και σκια θανατου καθημενοισ του κατευθυναι τουσ ποδασ ημων εισ οδον ειρηνησ
‘ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις’, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.”
80 το δε παιδιον ηυξανεν και εκραταιουτο πνευματι και ην εν ταισ ερημοισ εωσ ημερασ αναδειξεωσ αυτου προσ τον ισραηλ
Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.