< Κατα Ιωαννην 1 >

1 εν αρχη ην ο λογοσ και ο λογοσ ην προσ τον θεον και θεοσ ην ο λογοσ
Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος.
2 ουτοσ ην εν αρχη προσ τον θεον
οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.
3 παντα δι αυτου εγενετο και χωρισ αυτου εγενετο ουδε εν ο γεγονεν
πάντα διʼ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ὃ γέγονεν
4 εν αυτω ζωη ην και η ζωη ην το φωσ των ανθρωπων
ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων·
5 και το φωσ εν τη σκοτια φαινει και η σκοτια αυτο ου κατελαβεν
καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.
6 εγενετο ανθρωποσ απεσταλμενοσ παρα θεου ονομα αυτω ιωαννησ
Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης·
7 ουτοσ ηλθεν εισ μαρτυριαν ινα μαρτυρηση περι του φωτοσ ινα παντεσ πιστευσωσιν δι αυτου
οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν διʼ αὐτοῦ.
8 ουκ ην εκεινοσ το φωσ αλλ ινα μαρτυρηση περι του φωτοσ
οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλʼ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.
9 ην το φωσ το αληθινον ο φωτιζει παντα ανθρωπον ερχομενον εισ τον κοσμον
ἦν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.
10 εν τω κοσμω ην και ο κοσμοσ δι αυτου εγενετο και ο κοσμοσ αυτον ουκ εγνω
Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος διʼ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.
11 εισ τα ιδια ηλθεν και οι ιδιοι αυτον ου παρελαβον
εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.
12 οσοι δε ελαβον αυτον εδωκεν αυτοισ εξουσιαν τεκνα θεου γενεσθαι τοισ πιστευουσιν εισ το ονομα αυτου
ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ,
13 οι ουκ εξ αιματων ουδε εκ θεληματοσ σαρκοσ ουδε εκ θεληματοσ ανδροσ αλλ εκ θεου εγεννηθησαν
οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλʼ ἐκ θεοῦ ἐγεννήθησαν.
14 και ο λογοσ σαρξ εγενετο και εσκηνωσεν εν ημιν και εθεασαμεθα την δοξαν αυτου δοξαν ωσ μονογενουσ παρα πατροσ πληρησ χαριτοσ και αληθειασ
Καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας·
15 ιωαννησ μαρτυρει περι αυτου και κεκραγεν λεγων ουτοσ ην ον ειπον ο οπισω μου ερχομενοσ εμπροσθεν μου γεγονεν οτι πρωτοσ μου ην
(Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ⸂ὃν εἶπον· Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν·)
16 και εκ του πληρωματοσ αυτου ημεισ παντεσ ελαβομεν και χαριν αντι χαριτοσ
⸀ὅτιἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος·
17 οτι ο νομοσ δια μωσεωσ εδοθη η χαρισ και η αληθεια δια ιησου χριστου εγενετο
ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.
18 θεον ουδεισ εωρακεν πωποτε ο μονογενησ υιοσ ο ων εισ τον κολπον του πατροσ εκεινοσ εξηγησατο
θεὸν οὐδεὶς ἑώρακεν πώποτε· ⸂μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο.
19 και αυτη εστιν η μαρτυρια του ιωαννου οτε απεστειλαν οι ιουδαιοι εξ ιεροσολυμων ιερεισ και λευιτασ ινα ερωτησωσιν αυτον συ τισ ει
Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου ὅτε ⸀ἀπέστειλανοἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν· Σὺ τίς εἶ;
20 και ωμολογησεν και ουκ ηρνησατο και ωμολογησεν οτι ουκ ειμι εγω ο χριστοσ
καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι ⸂Ἐγὼ οὐκ εἰμὶ ὁ χριστός.
21 και ηρωτησαν αυτον τι ουν ηλιασ ει συ και λεγει ουκ ειμι ο προφητησ ει συ και απεκριθη ου
καὶ ἠρώτησαν αὐτόν· Τί οὖν; ⸂σὺ Ἠλίας εἶ; καὶ λέγει· Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη· Οὔ.
22 ειπον ουν αυτω τισ ει ινα αποκρισιν δωμεν τοισ πεμψασιν ημασ τι λεγεισ περι σεαυτου
εἶπαν οὖν αὐτῷ· Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ;
23 εφη εγω φωνη βοωντοσ εν τη ερημω ευθυνατε την οδον κυριου καθωσ ειπεν ησαιασ ο προφητησ
ἔφη· Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Εὐθύνατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης.
24 και οι απεσταλμενοι ησαν εκ των φαρισαιων
⸀Καὶἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων.
25 και ηρωτησαν αυτον και ειπον αυτω τι ουν βαπτιζεισ ει συ ουκ ει ο χριστοσ ουτε ηλιασ ουτε ο προφητησ
καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ· Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ χριστὸς ⸂οὐδὲ Ἠλίας οὐδὲ ὁ προφήτης;
26 απεκριθη αυτοισ ο ιωαννησ λεγων εγω βαπτιζω εν υδατι μεσοσ δε υμων εστηκεν ον υμεισ ουκ οιδατε
ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων· Ἐγὼ βαπτίζω ἐν ὕδατι· ⸀μέσοςὑμῶν ⸀ἕστηκενὃν ὑμεῖς οὐκ οἴδατε,
27 αυτοσ εστιν ο οπισω μου ερχομενοσ οσ εμπροσθεν μου γεγονεν ου εγω ουκ ειμι αξιοσ ινα λυσω αυτου τον ιμαντα του υποδηματοσ
⸀ὁὀπίσω μου ⸀ἐρχόμενος οὗ ⸂οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.
28 ταυτα εν βηθανια εγενετο περαν του ιορδανου οπου ην ιωαννησ βαπτιζων
ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν ⸀ὁἸωάννης βαπτίζων.
29 τη επαυριον βλεπει τον ιησουν ερχομενον προσ αυτον και λεγει ιδε ο αμνοσ του θεου ο αιρων την αμαρτιαν του κοσμου
Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
30 ουτοσ εστιν περι ου εγω ειπον οπισω μου ερχεται ανηρ οσ εμπροσθεν μου γεγονεν οτι πρωτοσ μου ην
οὗτός ἐστιν ⸀ὑπὲροὗ ἐγὼ εἶπον· Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν·
31 καγω ουκ ηδειν αυτον αλλ ινα φανερωθη τω ισραηλ δια τουτο ηλθον εγω εν τω υδατι βαπτιζων
κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλʼ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ ⸀ἐνὕδατι βαπτίζων.
32 και εμαρτυρησεν ιωαννησ λεγων οτι τεθεαμαι το πνευμα καταβαινον ωσει περιστεραν εξ ουρανου και εμεινεν επ αυτον
καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ⸀ὡςπεριστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπʼ αὐτόν·
33 καγω ουκ ηδειν αυτον αλλ ο πεμψασ με βαπτιζειν εν υδατι εκεινοσ μοι ειπεν εφ ον αν ιδησ το πνευμα καταβαινον και μενον επ αυτον ουτοσ εστιν ο βαπτιζων εν πνευματι αγιω
κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλʼ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν· Ἐφʼ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπʼ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ·
34 καγω εωρακα και μεμαρτυρηκα οτι ουτοσ εστιν ο υιοσ του θεου
κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ ⸀ἐκλεκτὸςτοῦ θεοῦ.
35 τη επαυριον παλιν ειστηκει ο ιωαννησ και εκ των μαθητων αυτου δυο
Τῇ ἐπαύριον πάλιν εἱστήκει ⸀ὁἸωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο,
36 και εμβλεψασ τω ιησου περιπατουντι λεγει ιδε ο αμνοσ του θεου
καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ.
37 και ηκουσαν αυτου οι δυο μαθηται λαλουντοσ και ηκολουθησαν τω ιησου
καὶ ἤκουσαν ⸂οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.
38 στραφεισ δε ο ιησουσ και θεασαμενοσ αυτουσ ακολουθουντασ λεγει αυτοισ τι ζητειτε οι δε ειπον αυτω ραββι ο λεγεται ερμηνευομενον διδασκαλε που μενεισ
στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· Τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ· Ῥαββί (ὃ λέγεται ⸀μεθερμηνευόμενονΔιδάσκαλε), ποῦ μένεις;
39 λεγει αυτοισ ερχεσθε και ιδετε ηλθον και ειδον που μενει και παρ αυτω εμειναν την ημεραν εκεινην ωρα ην ωσ δεκατη
λέγει αὐτοῖς· Ἔρχεσθε καὶ ⸂ὄψεσθε. ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει, καὶ παρʼ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη.
40 ην ανδρεασ ο αδελφοσ σιμωνοσ πετρου εισ εκ των δυο των ακουσαντων παρα ιωαννου και ακολουθησαντων αυτω
ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ·
41 ευρισκει ουτοσ πρωτοσ τον αδελφον τον ιδιον σιμωνα και λεγει αυτω ευρηκαμεν τον μεσιαν ο εστιν μεθερμηνευομενον χριστοσ
εὑρίσκει οὗτος ⸀πρῶτοντὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· Εὑρήκαμεν τὸν Μεσσίαν (ὅ ἐστιν μεθερμηνευόμενον χριστός).
42 και ηγαγεν αυτον προσ τον ιησουν εμβλεψασ αυτω ο ιησουσ ειπεν συ ει σιμων ο υιοσ ιωνα συ κληθηση κηφασ ο ερμηνευεται πετροσ
⸀ἤγαγεναὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν· Σὺ εἶ Σίμων ὁ υἱὸς ⸀Ἰωάννου σὺ κληθήσῃ Κηφᾶς (ὃ ἑρμηνεύεται Πέτρος).
43 τη επαυριον ηθελησεν εξελθειν εισ την γαλιλαιαν και ευρισκει φιλιππον και λεγει αυτω ο ιησουσ ακολουθει μοι
Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν. καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀκολούθει μοι.
44 ην δε ο φιλιπποσ απο βηθσαιδα εκ τησ πολεωσ ανδρεου και πετρου
ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.
45 ευρισκει φιλιπποσ τον ναθαναηλ και λεγει αυτω ον εγραψεν μωσησ εν τω νομω και οι προφηται ευρηκαμεν ιησουν τον υιον του ιωσηφ τον απο ναζαρετ
εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, ⸀Ἰησοῦνυἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.
46 και ειπεν αυτω ναθαναηλ εκ ναζαρετ δυναται τι αγαθον ειναι λεγει αυτω φιλιπποσ ερχου και ιδε
καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ ⸀ὁΦίλιππος· Ἔρχου καὶ ἴδε.
47 ειδεν ο ιησουσ τον ναθαναηλ ερχομενον προσ αυτον και λεγει περι αυτου ιδε αληθωσ ισραηλιτησ εν ω δολοσ ουκ εστιν
εἶδεν ⸀ὁἸησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν.
48 λεγει αυτω ναθαναηλ ποθεν με γινωσκεισ απεκριθη ιησουσ και ειπεν αυτω προ του σε φιλιππον φωνησαι οντα υπο την συκην ειδον σε
λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε.
49 απεκριθη ναθαναηλ και λεγει αυτω ραββι συ ει ο υιοσ του θεου συ ει ο βασιλευσ του ισραηλ
ἀπεκρίθη ⸂αὐτῷ Ναθαναήλ· Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ ⸂βασιλεὺς εἶ τοῦ Ἰσραήλ.
50 απεκριθη ιησουσ και ειπεν αυτω οτι ειπον σοι ειδον σε υποκατω τησ συκησ πιστευεισ μειζω τουτων οψει
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι ⸀ὅτιεἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις; μείζω τούτων ⸀ὄψῃ
51 και λεγει αυτω αμην αμην λεγω υμιν απ αρτι οψεσθε τον ουρανον ανεωγοτα και τουσ αγγελουσ του θεου αναβαινοντασ και καταβαινοντασ επι τον υιον του ανθρωπου
καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω ⸀ὑμῖν ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

< Κατα Ιωαννην 1 >