< Κατα Ιωαννην 19 >

1 τοτε ουν ελαβεν ο πιλατοσ τον ιησουν και εμαστιγωσεν
Τότε οὖν ἔλαβεν ὁ Πιλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσεν.
2 και οι στρατιωται πλεξαντεσ στεφανον εξ ακανθων επεθηκαν αυτου τη κεφαλη και ιματιον πορφυρουν περιεβαλον αυτον
καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτὸν
3 και ελεγον χαιρε ο βασιλευσ των ιουδαιων και εδιδουν αυτω ραπισματα
(καὶ ἤρχοντο πρὸς αὐτὸν *NO*) καὶ ἔλεγον· χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων. καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα.
4 εξηλθεν ουν παλιν εξω ο πιλατοσ και λεγει αυτοισ ιδε αγω υμιν αυτον εξω ινα γνωτε οτι εν αυτω ουδεμιαν αιτιαν ευρισκω
(Καὶ *no*) ἐξῆλθεν (οὖν *K*) πάλιν ἔξω ὁ Πιλᾶτος καὶ λέγει αὐτοῖς· ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ.
5 εξηλθεν ουν ο ιησουσ εξω φορων τον ακανθινον στεφανον και το πορφυρουν ιματιον και λεγει αυτοισ ιδε ο ανθρωποσ
Ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. καὶ λέγει αὐτοῖς· (ἰδοὺ *N(k)O*) ὁ ἄνθρωπος.
6 οτε ουν ειδον αυτον οι αρχιερεισ και οι υπηρεται εκραυγασαν λεγοντεσ σταυρωσον σταυρωσον αυτον λεγει αυτοισ ο πιλατοσ λαβετε αυτον υμεισ και σταυρωσατε εγω γαρ ουχ ευρισκω εν αυτω αιτιαν
ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες· σταύρωσον σταύρωσον (αὐτόν. *k*) Λέγει αὐτοῖς ὁ Πιλᾶτος· λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.
7 απεκριθησαν αυτω οι ιουδαιοι ημεισ νομον εχομεν και κατα τον νομον ημων οφειλει αποθανειν οτι εαυτον υιον θεου εποιησεν
ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον (ἡμῶν *k*) ὀφείλει ἀποθανεῖν, ὅτι υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν.
8 οτε ουν ηκουσεν ο πιλατοσ τουτον τον λογον μαλλον εφοβηθη
Ὅτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον μᾶλλον ἐφοβήθη
9 και εισηλθεν εισ το πραιτωριον παλιν και λεγει τω ιησου ποθεν ει συ ο δε ιησουσ αποκρισιν ουκ εδωκεν αυτω
καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ· πόθεν εἶ σύ; ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.
10 λεγει ουν αυτω ο πιλατοσ εμοι ου λαλεισ ουκ οιδασ οτι εξουσιαν εχω σταυρωσαι σε και εξουσιαν εχω απολυσαι σε
λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω ἀπολῦσαί σε καὶ ἐξουσίαν ἔχω σταυρῶσαί σε;
11 απεκριθη ιησουσ ουκ ειχεσ εξουσιαν ουδεμιαν κατ εμου ει μη ην σοι δεδομενον ανωθεν δια τουτο ο παραδιδουσ με σοι μειζονα αμαρτιαν εχει
ἀπεκρίθη (αὐτῷ *N(K)O*) Ἰησοῦς· οὐκ εἶχες ἐξουσίαν κατ᾽ ἐμοῦ οὐδεμίαν, εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν· διὰ τοῦτο ὁ (παραδούς *N(k)O*) μέ σοι μείζονα ἁμαρτίαν ἔχει.
12 εκ τουτου εζητει ο πιλατοσ απολυσαι αυτον οι δε ιουδαιοι εκραζον λεγοντεσ εαν τουτον απολυσησ ουκ ει φιλοσ του καισαροσ πασ ο βασιλεα εαυτον ποιων αντιλεγει τω καισαρι
ἐκ τούτου ὁ Πιλᾶτος ἐζήτει ἀπολῦσαι αὐτόν. Οἱ δὲ Ἰουδαῖοι (ἐκραύγασαν *N(k)O*) λέγοντες· ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος. πᾶς ὁ βασιλέα (ἑαυτὸν *N(k)O*) ποιῶν ἀντιλέγει τῷ Καίσαρι.
13 ο ουν πιλατοσ ακουσασ τουτον τον λογον ηγαγεν εξω τον ιησουν και εκαθισεν επι του βηματοσ εισ τοπον λεγομενον λιθοστρωτον εβραιστι δε γαββαθα
Ὁ οὖν Πιλᾶτος ἀκούσας (τῶν λόγων τούτων *N(k)O*) ἤγαγεν ἔξω τὸν Ἰησοῦν καὶ ἐκάθισεν ἐπὶ (τοῦ *k*) βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθα.
14 ην δε παρασκευη του πασχα ωρα δε ωσει εκτη και λεγει τοισ ιουδαιοισ ιδε ο βασιλευσ υμων
ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα (ἦν ὡς *N(k)O*) ἕκτη. καὶ λέγει τοῖς Ἰουδαίοις· ἴδε ὁ βασιλεὺς ὑμῶν.
15 οι δε εκραυγασαν αρον αρον σταυρωσον αυτον λεγει αυτοισ ο πιλατοσ τον βασιλεα υμων σταυρωσω απεκριθησαν οι αρχιερεισ ουκ εχομεν βασιλεα ει μη καισαρα
(οἱ δὲ *k*) ἐκραύγασαν (οὖν *NO*) (ἐκεῖνοι· *no*) ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.
16 τοτε ουν παρεδωκεν αυτον αυτοισ ινα σταυρωθη παρελαβον δε τον ιησουν και ηγαγον
Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. παρέλαβον (οὖν *N(K)O*) τὸν Ἰησοῦν (καὶ *K*) (ἀπήγαγον· *K(o)*)
17 και βασταζων τον σταυρον αυτου εξηλθεν εισ τοπον λεγομενον κρανιου τοπον οσ λεγεται εβραιστι γολγοθα
καὶ βαστάζων (ἑαυτῷ *N(k)O*) τὸν σταυρὸν ἐξῆλθεν εἰς (τὸν *NK(o)*) λεγόμενον κρανίου τόπον, (ὃ *N(k)O*) λέγεται Ἑβραϊστὶ Γολγοθα,
18 οπου αυτον εσταυρωσαν και μετ αυτου αλλουσ δυο εντευθεν και εντευθεν μεσον δε τον ιησουν
ὅπου αὐτὸν ἐσταύρωσαν καὶ μετ᾽ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν.
19 εγραψεν δε και τιτλον ο πιλατοσ και εθηκεν επι του σταυρου ην δε γεγραμμενον ιησουσ ο ναζωραιοσ ο βασιλευσ των ιουδαιων
Ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ. ἦν δὲ γεγραμμένον· Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων.
20 τουτον ουν τον τιτλον πολλοι ανεγνωσαν των ιουδαιων οτι εγγυσ ην ο τοποσ τησ πολεωσ οπου εσταυρωθη ο ιησουσ και ην γεγραμμενον εβραιστι ελληνιστι ρωμαιστι
τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, Ῥωμαϊστί, Ἑλληνιστί.
21 ελεγον ουν τω πιλατω οι αρχιερεισ των ιουδαιων μη γραφε ο βασιλευσ των ιουδαιων αλλ οτι εκεινοσ ειπεν βασιλευσ ειμι των ιουδαιων
ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων· μὴ γράφε· ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ᾽ ὅτι ἐκεῖνος εἶπεν· βασιλεύς εἰμι τῶν Ἰουδαίων.
22 απεκριθη ο πιλατοσ ο γεγραφα γεγραφα
ἀπεκρίθη ὁ Πιλᾶτος· ὃ γέγραφα, γέγραφα.
23 οι ουν στρατιωται οτε εσταυρωσαν τον ιησουν ελαβον τα ιματια αυτου και εποιησαν τεσσαρα μερη εκαστω στρατιωτη μεροσ και τον χιτωνα ην δε ο χιτων αραφοσ εκ των ανωθεν υφαντοσ δι ολου
Οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. ἦν δὲ ὁ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾽ ὅλου.
24 ειπον ουν προσ αλληλουσ μη σχισωμεν αυτον αλλα λαχωμεν περι αυτου τινοσ εσται ινα η γραφη πληρωθη η λεγουσα διεμερισαντο τα ιματια μου εαυτοισ και επι τον ιματισμον μου εβαλον κληρον οι μεν ουν στρατιωται ταυτα εποιησαν
εἶπαν οὖν πρὸς ἀλλήλους· μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ ἡ λέγουσα· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν,
25 ειστηκεισαν δε παρα τω σταυρω του ιησου η μητηρ αυτου και η αδελφη τησ μητροσ αυτου μαρια η του κλωπα και μαρια η μαγδαληνη
Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή.
26 ιησουσ ουν ιδων την μητερα και τον μαθητην παρεστωτα ον ηγαπα λεγει τη μητρι αυτου γυναι ιδου ο υιοσ σου
Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρί (αὐτοῦ· *k*) γύναι, (ἴδε *N(k)O*) ὁ υἱός σου.
27 ειτα λεγει τω μαθητη ιδου η μητηρ σου και απ εκεινησ τησ ωρασ ελαβεν ο μαθητησ αυτην εισ τα ιδια
εἶτα λέγει τῷ μαθητῇ· (ἴδε *N(k)O*) ἡ μήτηρ σου. καὶ ἀπ᾽ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.
28 μετα τουτο ιδων ο ιησουσ οτι παντα ηδη τετελεσται ινα τελειωθη η γραφη λεγει διψω
Μετὰ τοῦτο (εἰδὼς *NK(o)*) ὁ Ἰησοῦς ὅτι ἤδη πάντα τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει· διψῶ.
29 σκευοσ ουν εκειτο οξουσ μεστον οι δε πλησαντεσ σπογγον οξουσ και υσσωπω περιθεντεσ προσηνεγκαν αυτου τω στοματι
σκεῦος (οὖν *K*) ἔκειτο ὄξους μεστόν. σπόγγον (οὖν μεστὸν τοῦ *N(K)O*) ὄξους (καὶ *k*) ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι.
30 οτε ουν ελαβεν το οξοσ ο ιησουσ ειπεν τετελεσται και κλινασ την κεφαλην παρεδωκεν το πνευμα
ὅτε οὖν ἔλαβεν τὸ ὄξος ὁ Ἰησοῦς εἶπεν· τετέλεσται. καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα.
31 οι ουν ιουδαιοι ινα μη μεινη επι του σταυρου τα σωματα εν τω σαββατω επει παρασκευη ην ην γαρ μεγαλη η ημερα εκεινου του σαββατου ηρωτησαν τον πιλατον ινα κατεαγωσιν αυτων τα σκελη και αρθωσιν
Οἱ οὖν Ἰουδαῖοι, ἐπεὶ παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου, ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν.
32 ηλθον ουν οι στρατιωται και του μεν πρωτου κατεαξαν τα σκελη και του αλλου του συσταυρωθεντοσ αυτω
ἦλθον οὖν οἱ στρατιῶται καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ.
33 επι δε τον ιησουν ελθοντεσ ωσ ειδον αυτον ηδη τεθνηκοτα ου κατεαξαν αυτου τα σκελη
ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον ἤδη αὐτὸν τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη,
34 αλλ εισ των στρατιωτων λογχη αυτου την πλευραν ενυξεν και ευθεωσ εξηλθεν αιμα και υδωρ
ἀλλ᾽ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ ἐξῆλθεν εὐθὺς αἷμα καὶ ὕδωρ.
35 και ο εωρακωσ μεμαρτυρηκεν και αληθινη εστιν αυτου η μαρτυρια κακεινοσ οιδεν οτι αληθη λεγει ινα υμεισ πιστευσητε
καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα (καὶ *no*) ὑμεῖς (πιστεύσητε. *NK(o)*)
36 εγενετο γαρ ταυτα ινα η γραφη πληρωθη οστουν ου συντριβησεται απ αυτου
ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ· ὀστοῦν οὐ συντριβήσεται (ἀπ᾽ *o*) αὐτοῦ.
37 και παλιν ετερα γραφη λεγει οψονται εισ ον εξεκεντησαν
καὶ πάλιν ἑτέρα γραφὴ λέγει· ὄψονται εἰς ὃν ἐξεκέντησαν.
38 μετα ταυτα ηρωτησεν τον πιλατον ιωσηφ ο απο αριμαθαιασ ων μαθητησ του ιησου κεκρυμμενοσ δε δια τον φοβον των ιουδαιων ινα αρη το σωμα του ιησου και επετρεψεν ο πιλατοσ ηλθεν ουν και ηρεν το σωμα του ιησου
Μετὰ δὲ ταῦτα ἠρώτησεν τὸν Πιλᾶτον (ὁ *k*) Ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ. καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος. ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα (αὐτοῦ. *N(K)O*)
39 ηλθεν δε και νικοδημοσ ο ελθων προσ τον ιησουν νυκτοσ το πρωτον φερων μιγμα σμυρνησ και αλοησ ωσ λιτρασ εκατον
ἦλθεν δὲ καὶ Νικόδημος ὁ ἐλθὼν πρὸς (τὸν *k*) (αὐτὸν *N(K)O*) νυκτὸς τὸ πρῶτον φέρων (μίγμα *NK(O)*) σμύρνης καὶ ἀλόης (ὡς *N(k)O*) λίτρας ἑκατόν.
40 ελαβον ουν το σωμα του ιησου και εδησαν αυτο εν οθονιοισ μετα των αρωματων καθωσ εθοσ εστιν τοισ ιουδαιοισ ενταφιαζειν
ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν αὐτὸ (ἐν *o*) ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν.
41 ην δε εν τω τοπω οπου εσταυρωθη κηποσ και εν τω κηπω μνημειον καινον εν ω ουδεπω ουδεισ ετεθη
Ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος καὶ ἐν τῷ κήπῳ μνημεῖον καινὸν ἐν ᾧ οὐδέπω οὐδεὶς (ἦν *no*) (τεθειμένος. *N(k)O*)
42 εκει ουν δια την παρασκευην των ιουδαιων οτι εγγυσ ην το μνημειον εθηκαν τον ιησουν
ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.

< Κατα Ιωαννην 19 >