< Ιακωβου 4 >
1 ποθεν πολεμοι και μαχαι εν υμιν ουκ εντευθεν εκ των ηδονων υμων των στρατευομενων εν τοισ μελεσιν υμων
Πόθεν πόλεμοι καὶ (πόθεν *no*) μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;
2 επιθυμειτε και ουκ εχετε φονευετε και ζηλουτε και ου δυνασθε επιτυχειν μαχεσθε και πολεμειτε ουκ εχετε δια το μη αιτεισθαι υμασ
ἐπιθυμεῖτε καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε· οὐκ ἔχετε (δὲ *k*) διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς·
3 αιτειτε και ου λαμβανετε διοτι κακωσ αιτεισθε ινα εν ταισ ηδοναισ υμων δαπανησητε
αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε.
4 μοιχοι και μοιχαλιδεσ ουκ οιδατε οτι η φιλια του κοσμου εχθρα του θεου εστιν οσ αν ουν βουληθη φιλοσ ειναι του κοσμου εχθροσ του θεου καθισταται
(μοιχοὶ καὶ *K*) μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν; ὃς (ἐὰν *N(k)O*) οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται.
5 η δοκειτε οτι κενωσ η γραφη λεγει προσ φθονον επιποθει το πνευμα ο κατωκησεν εν ημιν
ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει; πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ (κατῴκισεν *N(k)O*) ἐν ἡμῖν,
6 μειζονα δε διδωσιν χαριν διο λεγει ο θεοσ υπερηφανοισ αντιτασσεται ταπεινοισ δε διδωσιν χαριν
μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει· ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.
7 υποταγητε ουν τω θεω αντιστητε δε τω διαβολω και φευξεται αφ υμων
ὑποτάγητε οὖν τῷ θεῷ. ἀντίστητε (δὲ *no*) τῷ διαβόλῳ καὶ φεύξεται ἀφ᾽ ὑμῶν,
8 εγγισατε τω θεω και εγγιει υμιν καθαρισατε χειρασ αμαρτωλοι και αγνισατε καρδιασ διψυχοι
ἐγγίσατε τῷ θεῷ καὶ ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.
9 ταλαιπωρησατε και πενθησατε και κλαυσατε ο γελωσ υμων εισ πενθοσ μεταστραφητω και η χαρα εισ κατηφειαν
ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος (μετατραπήτω *N(k)O*) καὶ ἡ χαρὰ εἰς κατήφειαν.
10 ταπεινωθητε ενωπιον του κυριου και υψωσει υμασ
ταπεινώθητε ἐνώπιον (τοῦ *ko*) κυρίου καὶ ὑψώσει ὑμᾶς.
11 μη καταλαλειτε αλληλων αδελφοι ο καταλαλων αδελφου και κρινων τον αδελφον αυτου καταλαλει νομου και κρινει νομον ει δε νομον κρινεισ ουκ ει ποιητησ νομου αλλα κριτησ
Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ (ἢ *N(k)O*) κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής.
12 εισ εστιν ο νομοθετησ ο δυναμενοσ σωσαι και απολεσαι συ δε τισ ει οσ κρινεισ τον ετερον
εἷς ἐστιν ὁ νομοθέτης (καὶ κριτὴς *NO*) ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ (δὲ *no*) τίς εἶ (ὁ κρίνων *N(k)O*) τὸν (πλησίον; *N(K)O*)
13 αγε νυν οι λεγοντεσ σημερον και αυριον πορευσωμεθα εισ τηνδε την πολιν και ποιησωμεν εκει ενιαυτον ενα και εμπορευσωμεθα και κερδησωμεν
Ἄγε νῦν οἱ λέγοντες· σήμερον (ἢ *N(k)O*) αὔριον (πορευσόμεθα *N(k)O*) εἰς τήνδε τὴν πόλιν καὶ (ποιήσομεν *N(k)O*) ἐκεῖ ἐνιαυτὸν (ἕνα *K*) καὶ (ἐμπορευσόμεθα *N(k)O*) καὶ (κερδήσομεν· *N(k)O*)
14 οιτινεσ ουκ επιστασθε το τησ αυριον ποια γαρ η ζωη υμων ατμισ γαρ εσται η προσ ολιγον φαινομενη επειτα δε και αφανιζομενη
οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον ποία (γὰρ *ko*) ἡ ζωὴ ὑμῶν. ἀτμὶς γάρ (ἐστε *N(K)(o)*) ἡ πρὸς ὀλίγον φαινομένη ἔπειτα (δὲ *k*) καὶ ἀφανιζομένη·
15 αντι του λεγειν υμασ εαν ο κυριοσ θεληση και ζησωμεν και ποιησωμεν τουτο η εκεινο
ἀντὶ τοῦ λέγειν ὑμᾶς· ἐὰν ὁ κύριος (θελήσῃ *NK(o)*) καὶ (ζήσομεν *N(k)O*) καὶ (ποιήσομεν *N(k)O*) τοῦτο ἢ ἐκεῖνο.
16 νυν δε καυχασθε εν ταισ αλαζονειαισ υμων πασα καυχησισ τοιαυτη πονηρα εστιν
νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.
17 ειδοτι ουν καλον ποιειν και μη ποιουντι αμαρτια αυτω εστιν
εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.