< Προς Γαλατας 4 >
1 λεγω δε εφ οσον χρονον ο κληρονομοσ νηπιοσ εστιν ουδεν διαφερει δουλου κυριοσ παντων ων
Λέγω δέ, ἐφ᾽ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν·
2 αλλα υπο επιτροπουσ εστιν και οικονομουσ αχρι τησ προθεσμιασ του πατροσ
ἀλλ᾽ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός.
3 ουτωσ και ημεισ οτε ημεν νηπιοι υπο τα στοιχεια του κοσμου ημεν δεδουλωμενοι
οὕτως καὶ ἡμεῖς ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου (ἤμεθα *N(k)O*) δεδουλωμένοι·
4 οτε δε ηλθεν το πληρωμα του χρονου εξαπεστειλεν ο θεοσ τον υιον αυτου γενομενον εκ γυναικοσ γενομενον υπο νομον
ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον,
5 ινα τουσ υπο νομον εξαγοραση ινα την υιοθεσιαν απολαβωμεν
ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
6 οτι δε εστε υιοι εξαπεστειλεν ο θεοσ το πνευμα του υιου αυτου εισ τασ καρδιασ υμων κραζον αββα ο πατηρ
ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας (ἡμῶν *N(K)O*) κρᾶζον· αββα ὁ πατήρ.
7 ωστε ουκετι ει δουλοσ αλλ υιοσ ει δε υιοσ και κληρονομοσ θεου δια χριστου
ὥστε οὐκέτι οὐκέτι εἶ δοῦλος ἀλλ᾽ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος διὰ θεοῦ (Χριστοῦ. *K*)
8 αλλα τοτε μεν ουκ ειδοτεσ θεον εδουλευσατε τοισ μη φυσει ουσιν θεοισ
Ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσιν θεοῖς·
9 νυν δε γνοντεσ θεον μαλλον δε γνωσθεντεσ υπο θεου πωσ επιστρεφετε παλιν επι τα ασθενη και πτωχα στοιχεια οισ παλιν ανωθεν δουλευειν θελετε
νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα οἷς πάλιν ἄνωθεν (δουλεύειν *NK(o)*) θέλετε;
10 ημερασ παρατηρεισθε και μηνασ και καιρουσ και ενιαυτουσ
ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς.
11 φοβουμαι υμασ μηπωσ εικη κεκοπιακα εισ υμασ
φοβοῦμαι ὑμᾶς μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς.
12 γινεσθε ωσ εγω οτι καγω ωσ υμεισ αδελφοι δεομαι υμων ουδεν με ηδικησατε
Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ κἀγὼ ὡς ὑμεῖς. Ἀδελφοί, δέομαι ὑμῶν· οὐδέν με ἠδικήσατε.
13 οιδατε δε οτι δι ασθενειαν τησ σαρκοσ ευηγγελισαμην υμιν το προτερον
οἴδατε δὲ ὅτι δι᾽ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον,
14 και τον πειρασμον μου τον εν τη σαρκι μου ουκ εξουθενησατε ουδε εξεπτυσατε αλλ ωσ αγγελον θεου εδεξασθε με ωσ χριστον ιησουν
καὶ τὸν πειρασμὸν (ὑμῶν *N(K)O*) (τὸν *k*) ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλ᾽ ὡς ἄγγελον θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν.
15 τισ ουν ην ο μακαρισμοσ υμων μαρτυρω γαρ υμιν οτι ει δυνατον τουσ οφθαλμουσ υμων εξορυξαντεσ αν εδωκατε μοι
(Ποῦ *N(K)O*) οὖν (ἦν *k*) ὁ μακαρισμὸς ὑμῶν; μαρτυρῶ γὰρ ὑμῖν ὅτι, εἰ δυνατόν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες (ἂν *k*) ἐδώκατέ μοι.
16 ωστε εχθροσ υμων γεγονα αληθευων υμιν
ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν;
17 ζηλουσιν υμασ ου καλωσ αλλα εκκλεισαι υμασ θελουσιν ινα αυτουσ ζηλουτε
ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλ᾽ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε.
18 καλον δε το ζηλουσθαι εν καλω παντοτε και μη μονον εν τω παρειναι με προσ υμασ
καλὸν δὲ (τὸ *k*) ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς,
19 τεκνια μου ουσ παλιν ωδινω αχρι ου μορφωθη χριστοσ εν υμιν
(τέκνα *N(k)O*) μου, οὓς πάλιν ὠδίνω (μέχρις *N(k)O*) οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.
20 ηθελον δε παρειναι προσ υμασ αρτι και αλλαξαι την φωνην μου οτι απορουμαι εν υμιν
ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.
21 λεγετε μοι οι υπο νομον θελοντεσ ειναι τον νομον ουκ ακουετε
Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε;
22 γεγραπται γαρ οτι αβρααμ δυο υιουσ εσχεν ενα εκ τησ παιδισκησ και ενα εκ τησ ελευθερασ
γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας.
23 αλλ ο μεν εκ τησ παιδισκησ κατα σαρκα γεγεννηται ο δε εκ τησ ελευθερασ δια τησ επαγγελιασ
ἀλλ᾽ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας δι᾽ (τῆς *k*) ἐπαγγελίας.
24 ατινα εστιν αλληγορουμενα αυται γαρ εισιν δυο διαθηκαι μια μεν απο ορουσ σινα εισ δουλειαν γεννωσα ητισ εστιν αγαρ
ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν (αἱ *k*) δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα ἥτις ἐστὶν Ἁγάρ.
25 το γαρ αγαρ σινα οροσ εστιν εν τη αραβια συστοιχει δε τη νυν ιερουσαλημ δουλευει δε μετα των τεκνων αυτησ
τὸ (δὲ *N(k)O*) Ἁγὰρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ, δουλεύει (γὰρ *N(k)O*) μετὰ τῶν τέκνων αὐτῆς.
26 η δε ανω ιερουσαλημ ελευθερα εστιν ητισ εστιν μητηρ παντων ημων
ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστὶν ἥτις ἐστὶν μήτηρ (πάντων *K*) ἡμῶν·
27 γεγραπται γαρ ευφρανθητι στειρα η ου τικτουσα ρηξον και βοησον η ουκ ωδινουσα οτι πολλα τα τεκνα τησ ερημου μαλλον η τησ εχουσησ τον ανδρα
γέγραπται γάρ· εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
28 ημεισ δε αδελφοι κατα ισαακ επαγγελιασ τεκνα εσμεν
(ὑμεῖς *N(K)O*) δέ, ἀδελφοί, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα (ἐστέ. *N(K)O*)
29 αλλ ωσπερ τοτε ο κατα σαρκα γεννηθεισ εδιωκεν τον κατα πνευμα ουτωσ και νυν
ἀλλ᾽ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκεν τὸν κατὰ πνεῦμα οὕτως καὶ νῦν·
30 αλλα τι λεγει η γραφη εκβαλε την παιδισκην και τον υιον αυτησ ου γαρ μη κληρονομηση ο υιοσ τησ παιδισκησ μετα του υιου τησ ελευθερασ
ἀλλὰ τί λέγει ἡ γραφή; ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, οὐ γὰρ μὴ (κληρονομήσει *N(k)O*) ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας.
31 αρα αδελφοι ουκ εσμεν παιδισκησ τεκνα αλλα τησ ελευθερασ
(διό, *N(k)O*) ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας·