< Πραξεις 4 >

1 λαλουντων δε αυτων προσ τον λαον επεστησαν αυτοισ οι ιερεισ και ο στρατηγοσ του ιερου και οι σαδδουκαιοι
Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν ἐπέστησαν αὐτοῖς οἱ (ἱερεῖς *NK(O)*) καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι,
2 διαπονουμενοι δια το διδασκειν αυτουσ τον λαον και καταγγελλειν εν τω ιησου την αναστασιν των νεκρων
διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν (τὴν *NK(o)*) ἐκ νεκρῶν·
3 και επεβαλον αυτοισ τασ χειρασ και εθεντο εισ τηρησιν εισ την αυριον ην γαρ εσπερα ηδη
καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη.
4 πολλοι δε των ακουσαντων τον λογον επιστευσαν και εγενηθη ο αριθμοσ των ανδρων ωσει χιλιαδεσ πεντε
πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν· καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἀνδρῶν (ὡς *N(k)O*) χιλιάδες πέντε.
5 εγενετο δε επι την αυριον συναχθηναι αυτων τουσ αρχοντασ και πρεσβυτερουσ και γραμματεισ εισ ιερουσαλημ
Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ (τοὺς *no*) πρεσβυτέρους καὶ (τοὺς *no*) γραμματεῖς
6 και ανναν τον αρχιερεα και καιαφαν και ιωαννην και αλεξανδρον και οσοι ησαν εκ γενουσ αρχιερατικου
(ἐν *N(k)O*) Ἰερουσαλὴμ καὶ (Ἅννας ὁ ἀρχιερεὺς *N(k)O*) καὶ (Καϊάφας *N(k)O*) καὶ (Ἰωάννης *N(k)O*) καὶ (Ἀλέξανδρος *N(k)O*) καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ,
7 και στησαντεσ αυτουσ εν μεσω επυνθανοντο εν ποια δυναμει η εν ποιω ονοματι εποιησατε τουτο υμεισ
καὶ στήσαντες αὐτοὺς ἐν τῷ μέσῳ ἐπυνθάνοντο· ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς;
8 τοτε πετροσ πλησθεισ πνευματοσ αγιου ειπεν προσ αυτουσ αρχοντεσ του λαου και πρεσβυτεροι του ισραηλ
Τότε Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπεν πρὸς αὐτούς· ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι (τοῦ Ἰσραήλ, *K*)
9 ει ημεισ σημερον ανακρινομεθα επι ευεργεσια ανθρωπου ασθενουσ εν τινι ουτοσ σεσωσται
εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωται,
10 γνωστον εστω πασιν υμιν και παντι τω λαω ισραηλ οτι εν τω ονοματι ιησου χριστου του ναζωραιου ον υμεισ εσταυρωσατε ον ο θεοσ ηγειρεν εκ νεκρων εν τουτω ουτοσ παρεστηκεν ενωπιον υμων υγιησ
γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής.
11 ουτοσ εστιν ο λιθοσ ο εξουθενηθεισ υφ υμων των οικοδομουντων ο γενομενοσ εισ κεφαλην γωνιασ
οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ᾽ ὑμῶν τῶν (οἰκοδόμων, *N(k)O*) ὁ γενόμενος εἰς κεφαλὴν γωνίας.
12 και ουκ εστιν εν αλλω ουδενι η σωτηρια ουτε γαρ ονομα εστιν ετερον το δεδομενον εν ανθρωποισ εν ω δει σωθηναι ημασ
καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία· (οὐδὲ *N(k)O*) γὰρ ὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.
13 θεωρουντεσ δε την του πετρου παρρησιαν και ιωαννου και καταλαβομενοι οτι ανθρωποι αγραμματοι εισιν και ιδιωται εθαυμαζον επεγινωσκον τε αυτουσ οτι συν τω ιησου ησαν
Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν,
14 τον δε ανθρωπον βλεποντεσ συν αυτοισ εστωτα τον τεθεραπευμενον ουδεν ειχον αντειπειν
τόν (τε *N(k)O*) ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν.
15 κελευσαντεσ δε αυτουσ εξω του συνεδριου απελθειν συνεβαλλον προσ αλληλουσ
Κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν, (συνέβαλλον *N(k)O*) πρὸς ἀλλήλους
16 λεγοντεσ τι ποιησομεν τοισ ανθρωποισ τουτοισ οτι μεν γαρ γνωστον σημειον γεγονεν δι αυτων πασιν τοισ κατοικουσιν ιερουσαλημ φανερον και ου δυναμεθα αρνησασθαι
λέγοντες· τί (ποιήσωμεν *N(k)O*) τοῖς ἀνθρώποις τούτοις; ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν δι᾽ αὐτῶν πᾶσιν τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα (ἀρνεῖσθαι· *N(k)O*)
17 αλλ ινα μη επι πλειον διανεμηθη εισ τον λαον απειλη απειλησομεθα αυτοισ μηκετι λαλειν επι τω ονοματι τουτω μηδενι ανθρωπων
ἀλλ᾽ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, (ἀπειλῇ *K*) (ἀπειλησώμεθα *NK(o)*) αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων.
18 και καλεσαντεσ αυτουσ παρηγγειλαν αυτοισ το καθολου μη φθεγγεσθαι μηδε διδασκειν επι τω ονοματι του ιησου
καὶ καλέσαντες αὐτοὺς παρήγγειλαν (αὐτοῖς *k*) τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ.
19 ο δε πετροσ και ιωαννησ αποκριθεντεσ προσ αυτουσ ειπον ει δικαιον εστιν ενωπιον του θεου υμων ακουειν μαλλον η του θεου κρινατε
Ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες εἶπον πρὸς αὐτούς· εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ θεοῦ, κρίνατε.
20 ου δυναμεθα γαρ ημεισ α ειδομεν και ηκουσαμεν μη λαλειν
οὐ δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδαμεν καὶ ἠκούσαμεν μὴ λαλεῖν.
21 οι δε προσαπειλησαμενοι απελυσαν αυτουσ μηδεν ευρισκοντεσ το πωσ κολασονται αυτουσ δια τον λαον οτι παντεσ εδοξαζον τον θεον επι τω γεγονοτι
οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτοὺς μηδὲν εὑρίσκοντες τὸ πῶς (κολάσωνται *NK(o)*) αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν θεὸν ἐπὶ τῷ γεγονότι.
22 ετων γαρ ην πλειονων τεσσαρακοντα ο ανθρωποσ εφ ον εγεγονει το σημειον τουτο τησ ιασεωσ
ἐτῶν γὰρ ἦν πλειόνων τεσσεράκοντα ὁ ἄνθρωπος ἐφ᾽ ὃν γεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.
23 απολυθεντεσ δε ηλθον προσ τουσ ιδιουσ και απηγγειλαν οσα προσ αυτουσ οι αρχιερεισ και οι πρεσβυτεροι ειπον
Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπαν.
24 οι δε ακουσαντεσ ομοθυμαδον ηραν φωνην προσ τον θεον και ειπον δεσποτα συ ο θεοσ ο ποιησασ τον ουρανον και την γην και την θαλασσαν και παντα τα εν αυτοισ
οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν θεὸν καὶ εἶπαν· δέσποτα, σὺ (ὁ θεὸς *K*) ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς,
25 ο δια στοματοσ δαυιδ παιδοσ σου ειπων ινα τι εφρυαξαν εθνη και λαοι εμελετησαν κενα
ὁ (τοῦ πατρὸς ἡμῶν *NO*) διὰ (πνεύματος ἁγίου *NO*) στόματος Δαυὶδ (τοῦ *k*) παιδός σου εἰπών· ἱνατί ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά;
26 παρεστησαν οι βασιλεισ τησ γησ και οι αρχοντεσ συνηχθησαν επι το αυτο κατα του κυριου και κατα του χριστου αυτου
παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ.
27 συνηχθησαν γαρ επ αληθειασ επι τον αγιον παιδα σου ιησουν ον εχρισασ ηρωδησ τε και ποντιοσ πιλατοσ συν εθνεσιν και λαοισ ισραηλ
συνήχθησαν γὰρ ἐπ᾽ ἀληθείας (ἐν τῇ πόλει ταύτῃ *NO*) ἐπὶ τὸν ἅγιον παῖδά σου, Ἰησοῦν ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ
28 ποιησαι οσα η χειρ σου και η βουλη σου προωρισεν γενεσθαι
ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισεν γενέσθαι.
29 και τα νυν κυριε επιδε επι τασ απειλασ αυτων και δοσ τοισ δουλοισ σου μετα παρρησιασ πασησ λαλειν τον λογον σου
καὶ τὰ νῦν, κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου
30 εν τω την χειρα σου εκτεινειν σε εισ ιασιν και σημεια και τερατα γινεσθαι δια του ονοματοσ του αγιου παιδοσ σου ιησου
ἐν τῷ τὴν χεῖρά σου ἐκτείνειν σε εἰς ἴασιν καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ.
31 και δεηθεντων αυτων εσαλευθη ο τοποσ εν ω ησαν συνηγμενοι και επλησθησαν απαντεσ πνευματοσ αγιου και ελαλουν τον λογον του θεου μετα παρρησιασ
καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες (τοῦ *no*) ἁγίου πνεύματος καὶ ἐλάλουν τὸν λόγον τοῦ θεοῦ μετὰ παρρησίας.
32 του δε πληθουσ των πιστευσαντων ην η καρδια και η ψυχη μια και ουδε εισ τι των υπαρχοντων αυτων ελεγεν ιδιον ειναι αλλ ην αυτοισ απαντα κοινα
Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν (ἡ *k*) καρδία καὶ (ἡ *k*) ψυχὴ μία· καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων (αὐτῷ *N(k)O*) ἔλεγεν ἴδιον εἶναι, ἀλλ᾽ ἦν αὐτοῖς (ἅπαντα *NK(o)*) κοινά.
33 και μεγαλη δυναμει απεδιδουν το μαρτυριον οι αποστολοι τησ αναστασεωσ του κυριου ιησου χαρισ τε μεγαλη ην επι παντασ αυτουσ
καὶ δυνάμει μεγάλῃ ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς.
34 ουδε γαρ ενδεησ τισ υπηρχεν εν αυτοισ οσοι γαρ κτητορεσ χωριων η οικιων υπηρχον πωλουντεσ εφερον τασ τιμασ των πιπρασκομενων
οὐδὲ γὰρ ἐνδεής τις (ἦν *N(k)O*) ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων
35 και ετιθουν παρα τουσ ποδασ των αποστολων διεδιδοτο δε εκαστω καθοτι αν τισ χρειαν ειχεν
καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, διεδίδετο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν.
36 ιωσησ δε ο επικληθεισ βαρναβασ απο των αποστολων ο εστιν μεθερμηνευομενον υιοσ παρακλησεωσ λευιτησ κυπριοσ τω γενει
(Ἰωσὴφ *N(K)O*) δὲ ὁ ἐπικληθεὶς Βαρναβᾶς (ἀπὸ *N(k)O*) τῶν ἀποστόλων ὅ ἐστιν μεθερμηνευόμενον υἱὸς παρακλήσεως, Λευίτης, Κύπριος τῷ γένει,
37 υπαρχοντοσ αυτω αγρου πωλησασ ηνεγκεν το χρημα και εθηκεν παρα τουσ ποδασ των αποστολων
ὑπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν (πρὸς *N(k)O*) τοὺς πόδας τῶν ἀποστόλων.

< Πραξεις 4 >