< Πραξεις 28 >
1 και διασωθεντεσ τοτε επεγνωσαν οτι μελιτη η νησοσ καλειται
καὶ διασωθέντες τότε (ἐπέγνωμεν *N(K)O*) ὅτι Μελίτη ἡ νῆσος καλεῖται·
2 οι δε βαρβαροι παρειχον ου την τυχουσαν φιλανθρωπιαν ημιν αναψαντεσ γαρ πυραν προσελαβοντο παντασ ημασ δια τον υετον τον εφεστωτα και δια το ψυχοσ
οἵ (τε *N(k)O*) βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν· (ἅψαντες *N(k)O*) γὰρ πυρὰν προσελάβοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος.
3 συστρεψαντοσ δε του παυλου φρυγανων πληθοσ και επιθεντοσ επι την πυραν εχιδνα εκ τησ θερμησ διεξελθουσα καθηψεν τησ χειροσ αυτου
συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων (τι *no*) πλῆθος καὶ ἐπιθέντος ἐπὶ τὴν πυρὰν ἔχιδνα (ἀπὸ *N(k)O*) τῆς θέρμης ἐξελθοῦσα καθῆψεν τῆς χειρὸς αὐτοῦ.
4 ωσ δε ειδον οι βαρβαροι κρεμαμενον το θηριον εκ τησ χειροσ αυτου ελεγον προσ αλληλουσ παντωσ φονευσ εστιν ο ανθρωποσ ουτοσ ον διασωθεντα εκ τησ θαλασσησ η δικη ζην ουκ ειασεν
Ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, πρὸς ἀλλήλους ἔλεγον· πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ δίκη ζῆν οὐκ εἴασεν.
5 ο μεν ουν αποτιναξασ το θηριον εισ το πυρ επαθεν ουδεν κακον
Ὁ μὲν οὖν (ἀποτινάξας *NK(o)*) τὸ θηρίον εἰς τὸ πῦρ ἔπαθεν οὐδὲν κακόν.
6 οι δε προσεδοκων αυτον μελλειν πιμπρασθαι η καταπιπτειν αφνω νεκρον επι πολυ δε αυτων προσδοκωντων και θεωρουντων μηδεν ατοπον εισ αυτον γινομενον μεταβαλλομενοι ελεγον θεον αυτον ειναι
οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν· ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον (μεταβαλόμενοι *N(k)O*) ἔλεγον αὐτὸν εἶναι θεόν.
7 εν δε τοισ περι τον τοπον εκεινον υπηρχεν χωρια τω πρωτω τησ νησου ονοματι ποπλιω οσ αναδεξαμενοσ ημασ τρεισ ημερασ φιλοφρονωσ εξενισεν
Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχεν χωρία τῷ πρώτῳ τῆς νήσου, ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν.
8 εγενετο δε τον πατερα του ποπλιου πυρετοισ και δυσεντερια συνεχομενον κατακεισθαι προσ ον ο παυλοσ εισελθων και προσευξαμενοσ επιθεισ τασ χειρασ αυτω ιασατο αυτον
Ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ (δυσεντερίῳ *N(k)O*) συνεχόμενον κατακεῖσθαι· πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἰάσατο αὐτόν.
9 τουτου ουν γενομενου και οι λοιποι οι εχοντεσ ασθενειασ εν τη νησω προσηρχοντο και εθεραπευοντο
Τούτου (δὲ *N(k)O*) γενομένου καὶ οἱ λοιποὶ οἱ ἐν τῇ νήσῳ ἔχοντες ἀσθενείας προσήρχοντο καὶ ἐθεραπεύοντο·
10 οι και πολλαισ τιμαισ ετιμησαν ημασ και αναγομενοισ επεθεντο τα προσ την χρειαν
οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς, καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς (τὰς χρείας. *N(k)O*)
11 μετα δε τρεισ μηνασ ηχθημεν εν πλοιω παρακεχειμακοτι εν τη νησω αλεξανδρινω παρασημω διοσκουροισ
Μετὰ δὲ τρεῖς μῆνας (ἀνήχθημεν *NK(o)*) ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ, Ἀλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις·
12 και καταχθεντεσ εισ συρακουσασ επεμειναμεν ημερασ τρεισ
καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς,
13 οθεν περιελθοντεσ κατηντησαμεν εισ ρηγιον και μετα μιαν ημεραν επιγενομενου νοτου δευτεραιοι ηλθομεν εισ ποτιολουσ
ὅθεν (περιελόντες *N(K)O*) κατηντήσαμεν εἰς Ῥήγιον καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους·
14 ου ευροντεσ αδελφουσ παρεκληθημεν επ αυτοισ επιμειναι ημερασ επτα και ουτωσ εισ την ρωμην ηλθομεν
οὗ εὑρόντες ἀδελφοὺς παρεκλήθημεν (παρ᾽ *N(k)O*) αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθαμεν.
15 κακειθεν οι αδελφοι ακουσαντεσ τα περι ημων εξηλθον εισ απαντησιν ημιν αχρι αππιου φορου και τριων ταβερνων ουσ ιδων ο παυλοσ ευχαριστησασ τω θεω ελαβεν θαρσοσ
κἀκεῖθεν κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν (ἦλθαν *N(k)O*) εἰς ἀπάντησιν ἡμῖν ἄχρι Ἀππίου φόρου καὶ Τριῶν ταβερνῶν, οὓς ἰδὼν ὁ Παῦλος εὐχαριστήσας τῷ θεῷ ἔλαβεν θάρσος.
16 οτε δε ηλθομεν εισ ρωμην ο εκατονταρχοσ παρεδωκεν τουσ δεσμιουσ τω στρατοπεδαρχη τω δε παυλω επετραπη μενειν καθ εαυτον συν τω φυλασσοντι αυτον στρατιωτη
Ὅτε δὲ (εἰσήλθομεν *N(k)O*) εἰς Ῥώμην, (ὁ ἑκατόνταρχος παρέδωκεν τοὺς δεσμίους τῷ στρατοπεδάρχῃ *K*) ἐπετράπη τῷ (δὲ *k*) Παύλῳ μένειν καθ᾽ ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ.
17 εγενετο δε μετα ημερασ τρεισ συγκαλεσασθαι τον παυλον τουσ οντασ των ιουδαιων πρωτουσ συνελθοντων δε αυτων ελεγεν προσ αυτουσ ανδρεσ αδελφοι εγω ουδεν εναντιον ποιησασ τω λαω η τοισ εθεσιν τοισ πατρωοισ δεσμιοσ εξ ιεροσολυμων παρεδοθην εισ τασ χειρασ των ρωμαιων
Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι (τὸν *k*) (αὐτὸν *N(K)O*) τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν ἔλεγεν πρὸς αὐτούς· ἐγώ, ἄνδρες ἀδελφοί, οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσιν τοῖς πατρῴοις, δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων,
18 οιτινεσ ανακριναντεσ με εβουλοντο απολυσαι δια το μηδεμιαν αιτιαν θανατου υπαρχειν εν εμοι
οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί·
19 αντιλεγοντων δε των ιουδαιων ηναγκασθην επικαλεσασθαι καισαρα ουχ ωσ του εθνουσ μου εχων τι κατηγορησαι
ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι (κατηγορεῖν. *N(k)O*)
20 δια ταυτην ουν την αιτιαν παρεκαλεσα υμασ ιδειν και προσλαλησαι ενεκεν γαρ τησ ελπιδοσ του ισραηλ την αλυσιν ταυτην περικειμαι
διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι· ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι.
21 οι δε προσ αυτον ειπον ημεισ ουτε γραμματα περι σου εδεξαμεθα απο τησ ιουδαιασ ουτε παραγενομενοσ τισ των αδελφων απηγγειλεν η ελαλησεν τι περι σου πονηρον
οἱ δὲ πρὸς αὐτὸν εἶπαν· ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέν τι περὶ σοῦ πονηρόν.
22 αξιουμεν δε παρα σου ακουσαι α φρονεισ περι μεν γαρ τησ αιρεσεωσ ταυτησ γνωστον εστιν ημιν οτι πανταχου αντιλεγεται
ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς· περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ἡμῖν ἐστιν ὅτι πανταχοῦ ἀντιλέγεται.
23 ταξαμενοι δε αυτω ημεραν ηκον προσ αυτον εισ την ξενιαν πλειονεσ οισ εξετιθετο διαμαρτυρομενοσ την βασιλειαν του θεου πειθων τε αυτουσ τα περι του ιησου απο τε του νομου μωυσεωσ και των προφητων απο πρωι εωσ εσπερασ
Ταξάμενοι δὲ αὐτῷ ἡμέραν (ἦλθον *N(k)O*) πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ θεοῦ, πείθων τε αὐτοὺς (τὰ *k*) περὶ τοῦ Ἰησοῦ, ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν ἀπὸ πρωῒ ἕως ἑσπέρας.
24 και οι μεν επειθοντο τοισ λεγομενοισ οι δε ηπιστουν
καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, οἱ δὲ ἠπίστουν.
25 ασυμφωνοι δε οντεσ προσ αλληλουσ απελυοντο ειποντοσ του παυλου ρημα εν οτι καλωσ το πνευμα το αγιον ελαλησεν δια ησαιου του προφητου προσ τουσ πατερασ ημων
ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο εἰπόντος τοῦ Παύλου ῥῆμα ἕν, ὅτι καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν διὰ Ἠσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας (ὑμῶν *N(K)O*)
26 λεγον πορευθητι προσ τον λαον τουτον και ειπον ακοη ακουσετε και ου μη συνητε και βλεποντεσ βλεψετε και ου μη ιδητε
(λέγων· *N(k)O*) πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἰπόν· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε·
27 επαχυνθη γαρ η καρδια του λαου τουτου και τοισ ωσιν βαρεωσ ηκουσαν και τουσ οφθαλμουσ αυτων εκαμμυσαν μηποτε ιδωσιν τοισ οφθαλμοισ και τοισ ωσιν ακουσωσιν και τη καρδια συνωσιν και επιστρεψωσιν και ιασομαι αυτουσ
ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν καὶ (ἰάσομαι *N(k)O*) αὐτούς.
28 γνωστον ουν εστω υμιν οτι τοισ εθνεσιν απεσταλη το σωτηριον του θεου αυτοι και ακουσονται
Γνωστὸν οὖν ἔστω ὑμῖν ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη (τοῦτο *no*) τὸ σωτήριον τοῦ θεοῦ, αὐτοὶ καὶ ἀκούσονται.
29 και ταυτα αυτου ειποντοσ απηλθον οι ιουδαιοι πολλην εχοντεσ εν εαυτοισ συζητησιν
(Καὶ ταῦτα αὐτοῦ εἰπόντος, ἀπῆλθον οἱ Ἰουδαῖοι, πολλὴν ἔχοντες ἐν ἑαυτοῖς συζήτησιν. *K*)
30 εμεινεν δε ο παυλοσ διετιαν ολην εν ιδιω μισθωματι και απεδεχετο παντασ τουσ εισπορευομενουσ προσ αυτον
(Ἐνέμεινεν *N(k)O*) δὲ (ὁ Παῦλος *k*) διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτὸν
31 κηρυσσων την βασιλειαν του θεου και διδασκων τα περι του κυριου ιησου χριστου μετα πασησ παρρησιασ ακωλυτωσ
κηρύσσων τὴν βασιλείαν τοῦ θεοῦ καὶ διδάσκων τὰ περὶ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάσης παρρησίας ἀκωλύτως.