< Πραξεις 22 >

1 ανδρεσ αδελφοι και πατερεσ ακουσατε μου τησ προσ υμασ νυνι απολογιασ
Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας.
2 ακουσαντεσ δε οτι τη εβραιδι διαλεκτω προσεφωνει αυτοισ μαλλον παρεσχον ησυχιαν και φησιν
ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν.
3 εγω μεν ειμι ανηρ ιουδαιοσ γεγεννημενοσ εν ταρσω τησ κιλικιασ ανατεθραμμενοσ δε εν τη πολει ταυτη παρα τουσ ποδασ γαμαλιηλ πεπαιδευμενοσ κατα ακριβειαν του πατρωου νομου ζηλωτησ υπαρχων του θεου καθωσ παντεσ υμεισ εστε σημερον
καί φησιν· ἐγὼ μέν εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ καθὼς πάντες ὑμεῖς ἐστε σήμερον.
4 οσ ταυτην την οδον εδιωξα αχρι θανατου δεσμευων και παραδιδουσ εισ φυλακασ ανδρασ τε και γυναικασ
ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας,
5 ωσ και ο αρχιερευσ μαρτυρει μοι και παν το πρεσβυτεριον παρ ων και επιστολασ δεξαμενοσ προσ τουσ αδελφουσ εισ δαμασκον επορευομην αξων και τουσ εκεισε οντασ δεδεμενουσ εισ ιερουσαλημ ινα τιμωρηθωσιν
ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρ᾽ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλὴμ ἵνα τιμωρηθῶσιν.
6 εγενετο δε μοι πορευομενω και εγγιζοντι τη δαμασκω περι μεσημβριαν εξαιφνησ εκ του ουρανου περιαστραψαι φωσ ικανον περι εμε
Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ,
7 επεσα τε εισ το εδαφοσ και ηκουσα φωνησ λεγουσησ μοι σαουλ σαουλ τι με διωκεισ
ἔπεσόν τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι· Σαοὺλ Σαούλ, τί με διώκεις;
8 εγω δε απεκριθην τισ ει κυριε ειπεν τε προσ με εγω ειμι ιησουσ ο ναζωραιοσ ον συ διωκεισ
ἐγὼ δὲ ἀπεκρίθην· τίς εἶ, Κύριε; εἶπέ τε πρός με· ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις.
9 οι δε συν εμοι οντεσ το μεν φωσ εθεασαντο και εμφοβοι εγενοντο την δε φωνην ουκ ηκουσαν του λαλουντοσ μοι
οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο καὶ ἔμφοβοι ἐγένοντο, τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι.
10 ειπον δε τι ποιησω κυριε ο δε κυριοσ ειπεν προσ με αναστασ πορευου εισ δαμασκον κακει σοι λαληθησεται περι παντων ων τετακται σοι ποιησαι
εἶπον δέ· τί ποιήσω, Κύριε; ὁ δὲ Κύριος εἶπε πρός με· ἀναστὰς πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι.
11 ωσ δε ουκ ενεβλεπον απο τησ δοξησ του φωτοσ εκεινου χειραγωγουμενοσ υπο των συνοντων μοι ηλθον εισ δαμασκον
ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι ἦλθον εἰς Δαμασκόν.
12 ανανιασ δε τισ ανηρ ευσεβησ κατα τον νομον μαρτυρουμενοσ υπο παντων των κατοικουντων ιουδαιων
Ἀνανίας δέ τις, ἀνὴρ εὐσεβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων [ἐν Δαμασκῷ] Ἰουδαίων,
13 ελθων προσ με και επιστασ ειπεν μοι σαουλ αδελφε αναβλεψον καγω αυτη τη ωρα ανεβλεψα εισ αυτον
ἐλθὼν πρός με καὶ ἐπιστὰς εἶπέ μοι· Σαοὺλ ἀδελφέ, ἀνάβλεψον. κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν.
14 ο δε ειπεν ο θεοσ των πατερων ημων προεχειρισατο σε γνωναι το θελημα αυτου και ιδειν τον δικαιον και ακουσαι φωνην εκ του στοματοσ αυτου
ὁ δὲ εἶπεν· ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖν τὸν δίκαιον καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ,
15 οτι εση μαρτυσ αυτω προσ παντασ ανθρωπουσ ων εωρακασ και ηκουσασ
ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας.
16 και νυν τι μελλεισ αναστασ βαπτισαι και απολουσαι τασ αμαρτιασ σου επικαλεσαμενοσ το ονομα του κυριου
καὶ νῦν τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα τοῦ Κυρίου.
17 εγενετο δε μοι υποστρεψαντι εισ ιερουσαλημ και προσευχομενου μου εν τω ιερω γενεσθαι με εν εκστασει
Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἱερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ γενέσθαι με ἐν ἐκστάσει καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι·
18 και ιδειν αυτον λεγοντα μοι σπευσον και εξελθε εν ταχει εξ ιερουσαλημ διοτι ου παραδεξονται σου την μαρτυριαν περι εμου
σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλήμ, διότι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ.
19 καγω ειπον κυριε αυτοι επιστανται οτι εγω ημην φυλακιζων και δερων κατα τασ συναγωγασ τουσ πιστευοντασ επι σε
κἀγὼ εἶπον· Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ·
20 και οτε εξεχειτο το αιμα στεφανου του μαρτυροσ σου και αυτοσ ημην εφεστωσ και συνευδοκων τη αναιρεσει αυτου φυλασσων τα ιματια των αναιρουντων αυτον
καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.
21 και ειπεν προσ με πορευου οτι εγω εισ εθνη μακραν εξαποστελω σε
καὶ εἶπε πρός με· πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.
22 ηκουον δε αυτου αχρι τουτου του λογου και επηραν την φωνην αυτων λεγοντεσ αιρε απο τησ γησ τον τοιουτον ου γαρ καθηκεν αυτον ζην
Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες· αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν.
23 κραζοντων δε αυτων και ριπτουντων τα ιματια και κονιορτον βαλλοντων εισ τον αερα
κραυγαζόντων δὲ αὐτῶν καὶ ῥιπτόντων τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα,
24 εκελευσεν αυτον ο χιλιαρχοσ αγεσθαι εισ την παρεμβολην ειπων μαστιξιν ανεταζεσθαι αυτον ινα επιγνω δι ην αιτιαν ουτωσ επεφωνουν αυτω
ἐκέλευσεν αὐτὸν ὁ χιλίαρχος ἄγεσθαι εἰς τὴν παρεμβολήν, εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτόν, ἵνα ἐπιγνῷ δι᾽ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ.
25 ωσ δε προετεινεν αυτον τοισ ιμασιν ειπεν προσ τον εστωτα εκατονταρχον ο παυλοσ ει ανθρωπον ρωμαιον και ακατακριτον εξεστιν υμιν μαστιζειν
ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπε πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος· εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν;
26 ακουσασ δε ο εκατονταρχοσ προσελθων απηγγειλεν τω χιλιαρχω λεγων ορα τι μελλεισ ποιειν ο γαρ ανθρωποσ ουτοσ ρωμαιοσ εστιν
ἀκούσας δὲ ὁ ἑκατόνταρχος, προσελθὼν ἀπήγγειλε τῷ χιλιάρχῳ λέγων· ὅρα τί μέλλεις ποιεῖν· ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστι.
27 προσελθων δε ο χιλιαρχοσ ειπεν αυτω λεγε μοι ει συ ρωμαιοσ ει ο δε εφη ναι
προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ· λέγε μοι εἰ σὺ Ῥωμαῖος εἶ. ὁ δὲ ἔφη· ναί.
28 απεκριθη τε ο χιλιαρχοσ εγω πολλου κεφαλαιου την πολιτειαν ταυτην εκτησαμην ο δε παυλοσ εφη εγω δε και γεγεννημαι
ἀπεκρίθη τε ὁ χιλίαρχος· ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. ὁ δὲ Παῦλος ἔφη· ἐγὼ δὲ καὶ γεγέννημαι.
29 ευθεωσ ουν απεστησαν απ αυτου οι μελλοντεσ αυτον ανεταζειν και ο χιλιαρχοσ δε εφοβηθη επιγνουσ οτι ρωμαιοσ εστιν και οτι ην αυτον δεδεκωσ
εὐθέως οὖν ἀπέστησαν ἀπ᾽ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστι, καὶ ὅτι ἦν αὐτὸν δεδεκώς.
30 τη δε επαυριον βουλομενοσ γνωναι το ασφαλεσ το τι κατηγορειται παρα των ιουδαιων ελυσεν αυτον απο των δεσμων και εκελευσεν ελθειν τουσ αρχιερεισ και ολον το συνεδριον αυτων και καταγαγων τον παυλον εστησεν εισ αυτουσ
Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλές, τὸ τί κατηγορεῖται παρὰ τῶν Ἰουδαίων, ἔλυσεν αὐτὸν ἀπὸ τῶν δεσμῶν καὶ ἐκέλευσεν ἐλθεῖν τοὺς ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον αὐτῶν, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.

< Πραξεις 22 >