< Πραξεις 17 >
1 διοδευσαντεσ δε την αμφιπολιν και απολλωνιαν ηλθον εισ θεσσαλονικην οπου ην η συναγωγη των ιουδαιων
Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ τὴν Ἀπολλωνίαν ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν συναγωγὴ τῶν Ἰουδαίων.
2 κατα δε το ειωθοσ τω παυλω εισηλθεν προσ αυτουσ και επι σαββατα τρια διελεξατο αυτοισ απο των γραφων
κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθεν πρὸς αὐτοὺς, καὶ ἐπὶ σάββατα τρία διελέξατο αὐτοῖς ἀπὸ τῶν γραφῶν,
3 διανοιγων και παρατιθεμενοσ οτι τον χριστον εδει παθειν και αναστηναι εκ νεκρων και οτι ουτοσ εστιν ο χριστοσ ιησουσ ον εγω καταγγελλω υμιν
διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι οὗτός ἐστιν ὁ Χριστός, ὁ Ἰησοῦς, ὃν ἐγὼ καταγγέλλω ὑμῖν.
4 και τινεσ εξ αυτων επεισθησαν και προσεκληρωθησαν τω παυλω και τω σιλα των τε σεβομενων ελληνων πολυ πληθοσ γυναικων τε των πρωτων ουκ ολιγαι
καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σιλᾷ, τῶν τε σεβομένων Ἑλλήνων πλῆθος πολὺ, γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι.
5 προσλαβομενοι δε οι ιουδαιοι οι απειθουντεσ των αγοραιων τινασ ανδρασ πονηρουσ και οχλοποιησαντεσ εθορυβουν την πολιν επισταντεσ τε τη οικια ιασονοσ εζητουν αυτουσ αγαγειν εισ τον δημον
Ζηλώσαντες δὲ οἱ Ἰουδαῖοι καὶ προσλαβόμενοι τῶν ἀγοραίων ἄνδρας τινὰς πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν, καὶ ἐπιστάντες τῇ οἰκίᾳ Ἰάσονος ἐζήτουν αὐτοὺς προαγαγεῖν εἰς τὸν δῆμον·
6 μη ευροντεσ δε αυτουσ εσυρον τον ιασονα και τινασ αδελφουσ επι τουσ πολιταρχασ βοωντεσ οτι οι την οικουμενην αναστατωσαντεσ ουτοι και ενθαδε παρεισιν
μὴ εὑρόντες δὲ αὐτοὺς ἔσυρον Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες οὗτοι καὶ ἐνθάδε πάρεισιν,
7 ουσ υποδεδεκται ιασων και ουτοι παντεσ απεναντι των δογματων καισαροσ πρασσουσιν βασιλεα λεγοντεσ ετερον ειναι ιησουν
οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσιν, βασιλέα ἕτερον λέγοντες εἶναι Ἰησοῦν.
8 εταραξαν δε τον οχλον και τουσ πολιταρχασ ακουοντασ ταυτα
ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα,
9 και λαβοντεσ το ικανον παρα του ιασονοσ και των λοιπων απελυσαν αυτουσ
καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν ἀπέλυσαν αὐτούς.
10 οι δε αδελφοι ευθεωσ δια τησ νυκτοσ εξεπεμψαν τον τε παυλον και τον σιλαν εισ βεροιαν οιτινεσ παραγενομενοι εισ την συναγωγην απηεσαν των ιουδαιων
Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σιλᾶν εἰς Βέροιαν, οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων ἀπῄεσαν·
11 ουτοι δε ησαν ευγενεστεροι των εν θεσσαλονικη οιτινεσ εδεξαντο τον λογον μετα πασησ προθυμιασ το καθ ημεραν ανακρινοντεσ τασ γραφασ ει εχοι ταυτα ουτωσ
οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, τὸ καθ’ ἡμέραν ἀνακρίνοντες τὰς γραφὰς εἰ ἔχοι ταῦτα οὕτως.
12 πολλοι μεν ουν εξ αυτων επιστευσαν και των ελληνιδων γυναικων των ευσχημονων και ανδρων ουκ ολιγοι
πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι.
13 ωσ δε εγνωσαν οι απο τησ θεσσαλονικησ ιουδαιοι οτι και εν τη βεροια κατηγγελη υπο του παυλου ο λογοσ του θεου ηλθον κακει σαλευοντεσ τουσ οχλουσ
Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ Θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες καὶ ταράσσοντες τοὺς ὄχλους.
14 ευθεωσ δε τοτε τον παυλον εξαπεστειλαν οι αδελφοι πορευεσθαι ωσ επι την θαλασσαν υπεμενον δε ο τε σιλασ και ο τιμοθεοσ εκει
εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ἕως ἐπὶ τὴν θάλασσαν· ὑπέμεινάν τε ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος ἐκεῖ.
15 οι δε καθιστωντεσ τον παυλον ηγαγον αυτον εωσ αθηνων και λαβοντεσ εντολην προσ τον σιλαν και τιμοθεον ινα ωσ ταχιστα ελθωσιν προσ αυτον εξηεσαν
οἱ δὲ καθιστάνοντες τὸν Παῦλον ἤγαγον ἕως Ἀθηνῶν, καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σιλᾶν καὶ τὸν Τιμόθεον ἵνα ὡς τάχιστα ἔλθωσιν πρὸς αὐτὸν ἐξῄεσαν.
16 εν δε ταισ αθηναισ εκδεχομενου αυτουσ του παυλου παρωξυνετο το πνευμα αυτου εν αυτω θεωρουντι κατειδωλον ουσαν την πολιν
Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ θεωροῦντος κατείδωλον οὖσαν τὴν πόλιν.
17 διελεγετο μεν ουν εν τη συναγωγη τοισ ιουδαιοισ και τοισ σεβομενοισ και εν τη αγορα κατα πασαν ημεραν προσ τουσ παρατυγχανοντασ
διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας.
18 τινεσ δε και των επικουρειων και των στοικων φιλοσοφων συνεβαλλον αυτω και τινεσ ελεγον τι αν θελοι ο σπερμολογοσ ουτοσ λεγειν οι δε ξενων δαιμονιων δοκει καταγγελευσ ειναι οτι τον ιησουν και την αναστασιν ευηγγελιζετο
τινὲς δὲ καὶ τῶν Ἐπικουρίων καὶ Στοϊκῶν φιλοσόφων συνέβαλλον αὐτῷ, καί τινες ἔλεγον Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; οἱ δέ· Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο.
19 επιλαβομενοι τε αυτου επι τον αρειον παγον ηγαγον λεγοντεσ δυναμεθα γνωναι τισ η καινη αυτη η υπο σου λαλουμενη διδαχη
ἐπιλαβόμενοί δὲ αὐτοῦ ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγον, λέγοντες Δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή;
20 ξενιζοντα γαρ τινα εισφερεισ εισ τασ ακοασ ημων βουλομεθα ουν γνωναι τι αν θελοι ταυτα ειναι
ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι τίνα θέλει ταῦτα εἶναι.
21 αθηναιοι δε παντεσ και οι επιδημουντεσ ξενοι εισ ουδεν ετερον ευκαιρουν η λεγειν τι και ακουειν καινοτερον
Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον ηὐκαίρουν ἢ λέγειν τι ἢ ἀκούειν τι καινότερον.
22 σταθεισ δε ο παυλοσ εν μεσω του αρειου παγου εφη ανδρεσ αθηναιοι κατα παντα ωσ δεισιδαιμονεστερουσ υμασ θεωρω
Σταθεὶς δὲ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου Πάγου ἔφη Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ.
23 διερχομενοσ γαρ και αναθεωρων τα σεβασματα υμων ευρον και βωμον εν ω επεγεγραπτο αγνωστω θεω ον ουν αγνοουντεσ ευσεβειτε τουτον εγω καταγγελλω υμιν
διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο ΑΓΝΩΣΤΩ ΘΕΩ. ὃ οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτο ἐγὼ καταγγέλλω ὑμῖν.
24 ο θεοσ ο ποιησασ τον κοσμον και παντα τα εν αυτω ουτοσ ουρανου και γησ κυριοσ υπαρχων ουκ εν χειροποιητοισ ναοισ κατοικει
ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων Κύριος οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ,
25 ουδε υπο χειρων ανθρωπων θεραπευεται προσδεομενοσ τινοσ αυτοσ διδουσ πασιν ζωην και πνοην κατα παντα
οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα·
26 εποιησεν τε εξ ενοσ αιματοσ παν εθνοσ ανθρωπων κατοικειν επι παν το προσωπον τησ γησ ορισασ προστεταγμενουσ καιρουσ και τασ οροθεσιασ τησ κατοικιασ αυτων
ἐποίησέν τε ἐξ ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν,
27 ζητειν τον κυριον ει αρα γε ψηλαφησειαν αυτον και ευροιεν και γε ου μακραν απο ενοσ εκαστου ημων υπαρχοντα
ζητεῖν τὸν Θεὸν, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα.
28 εν αυτω γαρ ζωμεν και κινουμεθα και εσμεν ωσ και τινεσ των καθ υμασ ποιητων ειρηκασιν του γαρ και γενοσ εσμεν
ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθ’ ὑμᾶς ποιητῶν εἰρήκασιν Τοῦ γὰρ καὶ γένος ἐσμέν.
29 γενοσ ουν υπαρχοντεσ του θεου ουκ οφειλομεν νομιζειν χρυσω η αργυρω η λιθω χαραγματι τεχνησ και ενθυμησεωσ ανθρωπου το θειον ειναι ομοιον
γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ οὐκ ὀφείλομεν νομίζειν, χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ Θεῖον εἶναι ὅμοιον.
30 τουσ μεν ουν χρονουσ τησ αγνοιασ υπεριδων ο θεοσ τα νυν παραγγελλει τοισ ανθρωποισ πασιν πανταχου μετανοειν
τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς τὰ νῦν ἀπαγγέλλει τοῖς ἀνθρώποις πάντας πανταχοῦ μετανοεῖν,
31 διοτι εστησεν ημεραν εν η μελλει κρινειν την οικουμενην εν δικαιοσυνη εν ανδρι ω ωρισεν πιστιν παρασχων πασιν αναστησασ αυτον εκ νεκρων
καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.
32 ακουσαντεσ δε αναστασιν νεκρων οι μεν εχλευαζον οι δε ειπον ακουσομεθα σου παλιν περι τουτου
ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύαζον, οἱ δὲ εἶπαν Ἀκουσόμεθά σου περὶ τούτου καὶ πάλιν.
33 και ουτωσ ο παυλοσ εξηλθεν εκ μεσου αυτων
οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν.
34 τινεσ δε ανδρεσ κολληθεντεσ αυτω επιστευσαν εν οισ και διονυσιοσ ο αρεοπαγιτησ και γυνη ονοματι δαμαρισ και ετεροι συν αυτοισ
τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ ἐπίστευσαν, ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγείτης καὶ γυνὴ ὀνόματι Δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς.