< Πραξεις 15 >
1 και τινεσ κατελθοντεσ απο τησ ιουδαιασ εδιδασκον τουσ αδελφουσ οτι εαν μη περιτεμνησθε τω εθει μωυσεωσ ου δυνασθε σωθηναι
Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας, ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι Ἐὰν μὴ περιτέμνησθε τῷ ἔθει Μωϋσέως, οὐ δύνασθε σωθῆναι.
2 γενομενησ ουν στασεωσ και ζητησεωσ ουκ ολιγησ τω παυλω και τω βαρναβα προσ αυτουσ εταξαν αναβαινειν παυλον και βαρναβαν και τινασ αλλουσ εξ αυτων προσ τουσ αποστολουσ και πρεσβυτερουσ εισ ιερουσαλημ περι του ζητηματοσ τουτου
Γενομένης οὖν στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ πρὸς αὐτούς, ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρνάβαν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἱερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου.
3 οι μεν ουν προπεμφθεντεσ υπο τησ εκκλησιασ διηρχοντο την φοινικην και σαμαρειαν εκδιηγουμενοι την επιστροφην των εθνων και εποιουν χαραν μεγαλην πασιν τοισ αδελφοισ
Οἱ μὲν οὖν, προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας, διήρχοντο τὴν Φοινίκην καὶ Σαμάρειαν, ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν· καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσι τοῖς ἀδελφοῖς.
4 παραγενομενοι δε εισ ιερουσαλημ απεδεχθησαν υπο τησ εκκλησιασ και των αποστολων και των πρεσβυτερων ανηγγειλαν τε οσα ο θεοσ εποιησεν μετ αυτων
Παραγενόμενοι δὲ εἰς Ἱερουσαλήμ, ἀπεδέχθησαν ὑπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ Θεὸς ἐποίησε μετ᾽ αὐτῶν.
5 εξανεστησαν δε τινεσ των απο τησ αιρεσεωσ των φαρισαιων πεπιστευκοτεσ λεγοντεσ οτι δει περιτεμνειν αυτουσ παραγγελλειν τε τηρειν τον νομον μωυσεωσ
Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι Δεῖ περιτέμνειν αὐτούς, παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως.
6 συνηχθησαν δε οι αποστολοι και οι πρεσβυτεροι ιδειν περι του λογου τουτου
Συνήχθησαν δὲ οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου.
7 πολλησ δε συζητησεωσ γενομενησ αναστασ πετροσ ειπεν προσ αυτουσ ανδρεσ αδελφοι υμεισ επιστασθε οτι αφ ημερων αρχαιων ο θεοσ εν ημιν εξελεξατο δια του στοματοσ μου ακουσαι τα εθνη τον λογον του ευαγγελιου και πιστευσαι
Πολλῆς δὲ συζητήσεως γενομένης, ἀναστὰς Πέτρος εἶπε πρὸς αὐτούς, Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ᾽ ἡμερῶν ἀρχαίων ὁ Θεὸς ἐν ἡμῖν ἐξελέξατο, διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου, καὶ πιστεῦσαι.
8 και ο καρδιογνωστησ θεοσ εμαρτυρησεν αυτοισ δουσ αυτοισ το πνευμα το αγιον καθωσ και ημιν
Καὶ ὁ καρδιογνώστης Θεὸς ἐμαρτύρησεν αὐτοῖς, δοὺς αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον, καθὼς καὶ ἡμῖν·
9 και ουδεν διεκρινεν μεταξυ ημων τε και αυτων τη πιστει καθαρισασ τασ καρδιασ αυτων
καὶ οὐδὲν διέκρινε μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν.
10 νυν ουν τι πειραζετε τον θεον επιθειναι ζυγον επι τον τραχηλον των μαθητων ον ουτε οι πατερεσ ημων ουτε ημεισ ισχυσαμεν βαστασαι
Νῦν οὖν τί πειράζετε τὸν Θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι;
11 αλλα δια τησ χαριτοσ του κυριου ιησου πιστευομεν σωθηναι καθ ον τροπον κακεινοι
Ἀλλὰ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι, καθ᾽ ὃν τρόπον κἀκεῖνοι.
12 εσιγησεν δε παν το πληθοσ και ηκουον βαρναβα και παυλου εξηγουμενων οσα εποιησεν ο θεοσ σημεια και τερατα εν τοισ εθνεσιν δι αυτων
Ἐσίγησε δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ Θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσι δι᾽ αὐτῶν.
13 μετα δε το σιγησαι αυτουσ απεκριθη ιακωβοσ λεγων ανδρεσ αδελφοι ακουσατε μου
Μετὰ δὲ τὸ σιγῆσαι αὐτούς, ἀπεκρίθη Ἰάκωβος λέγων, Ἄνδρες ἀδελφοί, ἀκούσατέ μου·
14 συμεων εξηγησατο καθωσ πρωτον ο θεοσ επεσκεψατο λαβειν εξ εθνων λαον επι τω ονοματι αυτου
Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν ἐπὶ τῷ ὀνόματι αὐτοῦ.
15 και τουτω συμφωνουσιν οι λογοι των προφητων καθωσ γεγραπται
Καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται,
16 μετα ταυτα αναστρεψω και ανοικοδομησω την σκηνην δαυιδ την πεπτωκυιαν και τα κατεσκαμμενα αυτησ ανοικοδομησω και ανορθωσω αυτην
Μετὰ ταῦτα ἀναστρέψω, καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν· καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω, καὶ ἀνορθώσω αὐτήν·
17 οπωσ αν εκζητησωσιν οι καταλοιποι των ανθρωπων τον κυριον και παντα τα εθνη εφ ουσ επικεκληται το ονομα μου επ αυτουσ λεγει κυριοσ ο ποιων ταυτα παντα
ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον, καὶ πάντα τὰ ἔθνη, ἐφ᾽ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾽ αὐτούς, λέγει Κύριος ὁ ποιῶν ταῦτα πάντα.
18 γνωστα απ αιωνοσ εστιν τω θεω παντα τα εργα αυτου (aiōn )
Γνωστὰ ἀπ᾽ αἰῶνός ἐστι τῷ Θεῷ πάντα τὰ ἔργα αὐτοῦ. (aiōn )
19 διο εγω κρινω μη παρενοχλειν τοισ απο των εθνων επιστρεφουσιν επι τον θεον
Διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν Θεόν·
20 αλλα επιστειλαι αυτοισ του απεχεσθαι απο των αλισγηματων των ειδωλων και τησ πορνειασ και του πνικτου και του αιματοσ
ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος.
21 μωυσησ γαρ εκ γενεων αρχαιων κατα πολιν τουσ κηρυσσοντασ αυτον εχει εν ταισ συναγωγαισ κατα παν σαββατον αναγινωσκομενοσ
Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει, ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.
22 τοτε εδοξεν τοισ αποστολοισ και τοισ πρεσβυτεροισ συν ολη τη εκκλησια εκλεξαμενουσ ανδρασ εξ αυτων πεμψαι εισ αντιοχειαν συν παυλω και βαρναβα ιουδαν τον επικαλουμενον βαρσαββαν και σιλαν ανδρασ ηγουμενουσ εν τοισ αδελφοισ
Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ, ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν Παύλῳ καὶ Βαρνάβᾳ, Ἰούδαν τὸν ἐπικαλούμενον Βαρσαββᾶν, καὶ Σίλαν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς,
23 γραψαντεσ δια χειροσ αυτων ταδε οι αποστολοι και οι πρεσβυτεροι και οι αδελφοι τοισ κατα την αντιοχειαν και συριαν και κιλικιαν αδελφοισ τοισ εξ εθνων χαιρειν
γράψαντες διὰ χειρὸς αὐτῶν τάδε, Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἀδελφοὶ τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν, χαίρειν·
24 επειδη ηκουσαμεν οτι τινεσ εξ ημων εξελθοντεσ εταραξαν υμασ λογοισ ανασκευαζοντεσ τασ ψυχασ υμων λεγοντεσ περιτεμνεσθαι και τηρειν τον νομον οισ ου διεστειλαμεθα
ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν ἐξελθόντες ἐτάραξαν ὑμᾶς λόγοις, ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, λέγοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον, οἷς οὐ διεστειλάμεθα·
25 εδοξεν ημιν γενομενοισ ομοθυμαδον εκλεξαμενουσ ανδρασ πεμψαι προσ υμασ συν τοισ αγαπητοισ ημων βαρναβα και παυλω
ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδόν, ἐκλεξαμένους ἄνδρας πέμψαι πρὸς ὑμᾶς, σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ,
26 ανθρωποισ παραδεδωκοσιν τασ ψυχασ αυτων υπερ του ονοματοσ του κυριου ημων ιησου χριστου
ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
27 απεσταλκαμεν ουν ιουδαν και σιλαν και αυτουσ δια λογου απαγγελλοντασ τα αυτα
Ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά.
28 εδοξεν γαρ τω αγιω πνευματι και ημιν μηδεν πλεον επιτιθεσθαι υμιν βαροσ πλην των επαναγκεσ τουτων
Ἔδοξε γὰρ τῷ Ἁγίῳ Πνεύματι, καὶ ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος, πλὴν τῶν ἐπάναγκες τούτων,
29 απεχεσθαι ειδωλοθυτων και αιματοσ και πνικτου και πορνειασ εξ ων διατηρουντεσ εαυτουσ ευ πραξετε ερρωσθε
ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτοῦ καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτούς, εὖ πράξετε. Ἔρρωσθε.
30 οι μεν ουν απολυθεντεσ ηλθον εισ αντιοχειαν και συναγαγοντεσ το πληθοσ επεδωκαν την επιστολην
Οἱ μὲν οὖν ἀπολυθέντες ἦλθον εἰς Ἀντιόχειαν· καὶ συναγαγόντες τὸ πλῆθος, ἐπέδωκαν τὴν ἐπιστολήν.
31 αναγνοντεσ δε εχαρησαν επι τη παρακλησει
Ἀναγνόντες δέ, ἐχάρησαν ἐπὶ τῇ παρακλήσει.
32 ιουδασ τε και σιλασ και αυτοι προφηται οντεσ δια λογου πολλου παρεκαλεσαν τουσ αδελφουσ και επεστηριξαν
Ἰούδας τε καὶ Σίλας, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφούς, καὶ ἐπεστήριξαν.
33 ποιησαντεσ δε χρονον απελυθησαν μετ ειρηνησ απο των αδελφων προσ τουσ αποστολουσ
Ποιήσαντες δὲ χρόνον, ἀπελύθησαν μετ᾽ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστόλους.
35 παυλοσ δε και βαρναβασ διετριβον εν αντιοχεια διδασκοντεσ και ευαγγελιζομενοι μετα και ετερων πολλων τον λογον του κυριου
Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι, μετὰ καὶ ἑτέρων πολλῶν, τὸν λόγον τοῦ Κυρίου.
36 μετα δε τινασ ημερασ ειπεν παυλοσ προσ βαρναβαν επιστρεψαντεσ δη επισκεψωμεθα τουσ αδελφουσ ημων κατα πασαν πολιν εν αισ κατηγγειλαμεν τον λογον του κυριου πωσ εχουσιν
Μετὰ δέ τινας ἡμέρας εἶπε Παῦλος πρὸς Βαρνάβαν, Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς ἡμῶν κατὰ πᾶσαν πόλιν, ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου, πῶς ἔχουσι.
37 βαρναβασ δε εβουλευσατο συμπαραλαβειν τον ιωαννην τον καλουμενον μαρκον
Βαρνάβας δὲ ἐβουλεύσατο συμπαραλαβεῖν τὸν Ἰωάννην, τὸν καλούμενον Μάρκον.
38 παυλοσ δε ηξιου τον αποσταντα απ αυτων απο παμφυλιασ και μη συνελθοντα αυτοισ εισ το εργον μη συμπαραλαβειν τουτον
Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπ᾽ αὐτῶν ἀπὸ Παμφυλίας, καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ συμπαραλαβεῖν τοῦτον.
39 εγενετο ουν παροξυσμοσ ωστε αποχωρισθηναι αυτουσ απ αλληλων τον τε βαρναβαν παραλαβοντα τον μαρκον εκπλευσαι εισ κυπρον
Ἐγένετο οὖν παροξυσμός, ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ᾽ ἀλλήλων, τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μάρκον ἐκπλεῦσαι εἰς Κύπρον·
40 παυλοσ δε επιλεξαμενοσ σιλαν εξηλθεν παραδοθεισ τη χαριτι του θεου υπο των αδελφων
Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξῆλθε, παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦ ὑπὸ τῶν ἀδελφῶν.
41 διηρχετο δε την συριαν και κιλικιαν επιστηριζων τασ εκκλησιασ
Διήρχετο δὲ τὴν Συρίαν καὶ Κιλικίαν, ἐπιστηρίζων τὰς ἐκκλησίας.