< Προς Τιμοθεον Β΄ 4 >
1 διαμαρτυρομαι ουν εγω ενωπιον του θεου και του κυριου ιησου χριστου του μελλοντοσ κρινειν ζωντασ και νεκρουσ κατα την επιφανειαν αυτου και την βασιλειαν αυτου
Διαμαρτύρομαι οὖν ἐγὼ ἐνώπιον τοῦ Θεοῦ καὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκροὺς κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ,
2 κηρυξον τον λογον επιστηθι ευκαιρωσ ακαιρωσ ελεγξον επιτιμησον παρακαλεσον εν παση μακροθυμια και διδαχη
κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ.
3 εσται γαρ καιροσ οτε τησ υγιαινουσησ διδασκαλιασ ουκ ανεξονται αλλα κατα τασ επιθυμιασ τασ ιδιασ εαυτοισ επισωρευσουσιν διδασκαλουσ κνηθομενοι την ακοην
ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἐπιθυμίας τὰς ἰδίας ἑαυτοῖς ἐπισωρεύσουσι διδασκάλους κνηθόμενοι τὴν ἀκοήν,
4 και απο μεν τησ αληθειασ την ακοην αποστρεψουσιν επι δε τουσ μυθουσ εκτραπησονται
καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.
5 συ δε νηφε εν πασιν κακοπαθησον εργον ποιησον ευαγγελιστου την διακονιαν σου πληροφορησον
σὺ δὲ νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.
6 εγω γαρ ηδη σπενδομαι και ο καιροσ τησ εμησ αναλυσεωσ εφεστηκεν
ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε.
7 τον αγωνα τον καλον ηγωνισμαι τον δρομον τετελεκα την πιστιν τετηρηκα
τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα·
8 λοιπον αποκειται μοι ο τησ δικαιοσυνησ στεφανοσ ον αποδωσει μοι ο κυριοσ εν εκεινη τη ημερα ο δικαιοσ κριτησ ου μονον δε εμοι αλλα και πασιν τοισ ηγαπηκοσιν την επιφανειαν αυτου
λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
9 σπουδασον ελθειν προσ με ταχεωσ
Σπούδασον ἐλθεῖν πρός με ταχέως·
10 δημασ γαρ με εγκατελιπεν αγαπησασ τον νυν αιωνα και επορευθη εισ θεσσαλονικην κρησκησ εισ γαλατιαν τιτοσ εισ δαλματιαν (aiōn )
Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν· (aiōn )
11 λουκασ εστιν μονοσ μετ εμου μαρκον αναλαβων αγε μετα σεαυτου εστιν γαρ μοι ευχρηστοσ εισ διακονιαν
Λουκᾶς ἐστι μόνος μετ᾽ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν.
12 τυχικον δε απεστειλα εισ εφεσον
Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον.
13 τον φελονην ον απελιπον εν τρωαδι παρα καρπω ερχομενοσ φερε και τα βιβλια μαλιστα τασ μεμβρανασ
τὸν φαιλόνην, ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας.
14 αλεξανδροσ ο χαλκευσ πολλα μοι κακα ενεδειξατο αποδωη αυτω ο κυριοσ κατα τα εργα αυτου
Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδῴη αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ·
15 ον και συ φυλασσου λιαν γαρ ανθεστηκεν τοισ ημετεροισ λογοισ
ὃν καὶ σὺ φυλάσσου· λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις.
16 εν τη πρωτη μου απολογια ουδεισ μοι συμπαρεγενετο αλλα παντεσ με εγκατελιπον μη αυτοισ λογισθειη
Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη·
17 ο δε κυριοσ μοι παρεστη και ενεδυναμωσεν με ινα δι εμου το κηρυγμα πληροφορηθη και ακουση παντα τα εθνη και ερρυσθην εκ στοματοσ λεοντοσ
ὁ δὲ Κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέ με, ἵνα δι᾽ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσῃ πάντα τὰ ἔθνη· καὶ ἐρρύσθην ἐκ στόματος λέοντος.
18 και ρυσεται με ο κυριοσ απο παντοσ εργου πονηρου και σωσει εισ την βασιλειαν αυτου την επουρανιον ω η δοξα εισ τουσ αιωνασ των αιωνων αμην (aiōn )
καὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. (aiōn )
19 ασπασαι πρισκαν και ακυλαν και τον ονησιφορου οικον
Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον.
20 εραστοσ εμεινεν εν κορινθω τροφιμον δε απελιπον εν μιλητω ασθενουντα
Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα.
21 σπουδασον προ χειμωνοσ ελθειν ασπαζεται σε ευβουλοσ και πουδησ και λινοσ και κλαυδια και οι αδελφοι παντεσ
σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες.
22 ο κυριοσ ιησουσ χριστοσ μετα του πνευματοσ σου η χαρισ μεθ υμων αμην
Ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου. Ἡ χάρις μεθ᾽ ὑμῶν· ἀμήν.