< Προς Θεσσαλονικεις Β΄ 3 >
1 το λοιπον προσευχεσθε αδελφοι περι ημων ινα ο λογοσ του κυριου τρεχη και δοξαζηται καθωσ και προσ υμασ
Τὸ λοιπὸν, προσεύχεσθε, ἀδελφοί, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ ˚Κυρίου τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς,
2 και ινα ρυσθωμεν απο των ατοπων και πονηρων ανθρωπων ου γαρ παντων η πιστισ
καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων, οὐ γὰρ πάντων ἡ πίστις.
3 πιστοσ δε εστιν ο κυριοσ οσ στηριξει υμασ και φυλαξει απο του πονηρου
Πιστὸς δέ ἐστιν ὁ ˚Κύριος, ὃς στηρίξει ὑμᾶς, καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ.
4 πεποιθαμεν δε εν κυριω εφ υμασ οτι α παραγγελλομεν υμιν και ποιειτε και ποιησετε
Πεποίθαμεν δὲ ἐν ˚Κυρίῳ ἐφʼ ὑμᾶς ὅτι ἃ παραγγέλλομεν, καὶ ποιεῖτε καὶ ποιήσετε.
5 ο δε κυριοσ κατευθυναι υμων τασ καρδιασ εισ την αγαπην του θεου και εισ την υπομονην του χριστου
Ὁ δὲ ˚Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ ˚Θεοῦ, καὶ εἰς τὴν ὑπομονὴν τοῦ ˚Χριστοῦ.
6 παραγγελλομεν δε υμιν αδελφοι εν ονοματι του κυριου ημων ιησου χριστου στελλεσθαι υμασ απο παντοσ αδελφου ατακτωσ περιπατουντοσ και μη κατα την παραδοσιν ην παρελαβον παρ ημων
Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοί, ἐν ὀνόματι τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρελάβοσαν παρʼ ἡμῶν.
7 αυτοι γαρ οιδατε πωσ δει μιμεισθαι ημασ οτι ουκ ητακτησαμεν εν υμιν
Αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς, ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν,
8 ουδε δωρεαν αρτον εφαγομεν παρα τινοσ αλλ εν κοπω και μοχθω νυκτα και ημεραν εργαζομενοι προσ το μη επιβαρησαι τινα υμων
οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλʼ ἐν κόπῳ καὶ μόχθῳ, νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν.
9 ουχ οτι ουκ εχομεν εξουσιαν αλλ ινα εαυτουσ τυπον δωμεν υμιν εισ το μιμεισθαι ημασ
Οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλʼ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν, εἰς τὸ μιμεῖσθαι ἡμᾶς.
10 και γαρ οτε ημεν προσ υμασ τουτο παρηγγελλομεν υμιν οτι ει τισ ου θελει εργαζεσθαι μηδε εσθιετω
Καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω.
11 ακουομεν γαρ τινασ περιπατουντασ εν υμιν ατακτωσ μηδεν εργαζομενουσ αλλα περιεργαζομενουσ
Ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους.
12 τοισ δε τοιουτοισ παραγγελλομεν και παρακαλουμεν δια του κυριου ημων ιησου χριστου ινα μετα ησυχιασ εργαζομενοι τον εαυτων αρτον εσθιωσιν
Τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν ἐν ˚Κυρίῳ ˚Ἰησοῦ ˚Χριστῷ, ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν.
13 υμεισ δε αδελφοι μη εκκακησητε καλοποιουντεσ
Ὑμεῖς δέ, ἀδελφοί, μὴ ἐγκακήσητε καλοποιοῦντες.
14 ει δε τισ ουχ υπακουει τω λογω ημων δια τησ επιστολησ τουτον σημειουσθε και μη συναναμιγνυσθε αυτω ινα εντραπη
Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, μὴ συναναμίγνυσθαι αὐτῷ, ἵνα ἐντραπῇ.
15 και μη ωσ εχθρον ηγεισθε αλλα νουθετειτε ωσ αδελφον
Καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν.
16 αυτοσ δε ο κυριοσ τησ ειρηνησ δωη υμιν την ειρηνην δια παντοσ εν παντι τροπω ο κυριοσ μετα παντων υμων
Αὐτὸς δὲ ὁ ˚Κύριος τῆς εἰρήνης, δῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ. Ὁ ˚Κύριος μετὰ πάντων ὑμῶν.
17 ο ασπασμοσ τη εμη χειρι παυλου ο εστιν σημειον εν παση επιστολη ουτωσ γραφω
Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ, Παύλου, ὅ ἐστιν σημεῖον ἐν πάσῃ ἐπιστολῇ, οὕτως γράφω.
18 η χαρισ του κυριου ημων ιησου χριστου μετα παντων υμων αμην
Ἡ χάρις τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, μετὰ πάντων ὑμῶν.