< Πετρου Β΄ 3 >

1 ταυτην ηδη αγαπητοι δευτεραν υμιν γραφω επιστολην εν αισ διεγειρω υμων εν υπομνησει την ειλικρινη διανοιαν
Ταύτην ἤδη, ἀγαπητοί, δευτέραν ὑμῖν γράφω ἐπιστολήν, ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν
2 μνησθηναι των προειρημενων ρηματων υπο των αγιων προφητων και τησ των αποστολων υμων εντολησ του κυριου και σωτηροσ
μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν καὶ τῆς τῶν ἀποστόλων (ὑμῶν *N(K)O*) ἐντολῆς τοῦ κυρίου καὶ σωτῆρος·
3 τουτο πρωτον γινωσκοντεσ οτι ελευσονται επ εσχατου των ημερων εμπαικται κατα τασ ιδιασ επιθυμιασ αυτων πορευομενοι
τοῦτο πρῶτον γινώσκοντες ὅτι ἐλεύσονται ἐπ᾽ (ἐσχάτων *N(k)O*) τῶν ἡμερῶν (ἐν ἐμπαιγμονῇ *NO*) ἐμπαῖκται κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι
4 και λεγοντεσ που εστιν η επαγγελια τησ παρουσιασ αυτου αφ ησ γαρ οι πατερεσ εκοιμηθησαν παντα ουτωσ διαμενει απ αρχησ κτισεωσ
καὶ λέγοντες· ποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; ἀφ᾽ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν, πάντα οὕτως διαμένει ἀπ᾽ ἀρχῆς κτίσεως.
5 λανθανει γαρ αυτουσ τουτο θελοντασ οτι ουρανοι ησαν εκπαλαι και γη εξ υδατοσ και δι υδατοσ συνεστωσα τω του θεου λογω
λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι καὶ γῆ ἐξ ὕδατος καὶ δι᾽ ὕδατος συνεστῶσα τῷ τοῦ θεοῦ λόγῳ,
6 δι ων ο τοτε κοσμοσ υδατι κατακλυσθεισ απωλετο
δι᾽ (ὧν *NK(O)*) ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο.
7 οι δε νυν ουρανοι και η γη τω αυτου λογω τεθησαυρισμενοι εισιν πυρι τηρουμενοι εισ ημεραν κρισεωσ και απωλειασ των ασεβων ανθρωπων
οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ (αὐτῷ *NK(O)*) λόγῳ τεθησαυρισμένοι εἰσὶν πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων.
8 εν δε τουτο μη λανθανετω υμασ αγαπητοι οτι μια ημερα παρα κυριω ωσ χιλια ετη και χιλια ετη ωσ ημερα μια
Ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ κυρίῳ ὡς χίλια ἔτη καὶ χίλια ἔτη ὡς ἡμέρα μία.
9 ου βραδυνει ο κυριοσ τησ επαγγελιασ ωσ τινεσ βραδυτητα ηγουνται αλλα μακροθυμει εισ ημασ μη βουλομενοσ τινασ απολεσθαι αλλα παντασ εισ μετανοιαν χωρησαι
οὐ βραδύνει (ὁ *k*) κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδύτητα ἡγοῦνται· ἀλλὰ μακροθυμεῖ εἰς (ὑμᾶς *N(K)O*) μὴ βουλόμενός τινας ἀπολέσθαι ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι.
10 ηξει δε η ημερα κυριου ωσ κλεπτησ εν νυκτι εν η οι ουρανοι ροιζηδον παρελευσονται στοιχεια δε καυσουμενα λυθησονται και γη και τα εν αυτη εργα κατακαησεται
ἥξει δὲ (ἡ *k*) ἡμέρα κυρίου ὡς κλέπτης (ἐν νυκτί, *K*) ἐν ᾗ οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα (λυθήσεται, *N(k)O*) καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα (οὐχ *O*) (εὑρεθήσεται. *N(K)O*)
11 τουτων ουν παντων λυομενων ποταπουσ δει υπαρχειν υμασ εν αγιαισ αναστροφαισ και ευσεβειαισ
τούτων (οὕτως *N(K)O*) πάντων λυομένων ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις
12 προσδοκωντασ και σπευδοντασ την παρουσιαν τησ του θεου ημερασ δι ην ουρανοι πυρουμενοι λυθησονται και στοιχεια καυσουμενα τηκεται
προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ θεοῦ ἡμέρας, δι᾽ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχεῖα καυσούμενα τήκεται;
13 καινουσ δε ουρανουσ και γην καινην κατα το επαγγελμα αυτου προσδοκωμεν εν οισ δικαιοσυνη κατοικει
καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ.
14 διο αγαπητοι ταυτα προσδοκωντεσ σπουδασατε ασπιλοι και αμωμητοι αυτω ευρεθηναι εν ειρηνη
Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ,
15 και την του κυριου ημων μακροθυμιαν σωτηριαν ηγεισθε καθωσ και ο αγαπητοσ ημων αδελφοσ παυλοσ κατα την αυτω δοθεισαν σοφιαν εγραψεν υμιν
καὶ τὴν τοῦ κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε, καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν δοθεῖσαν αὐτῷ σοφίαν ἔγραψεν ὑμῖν,
16 ωσ και εν πασαισ ταισ επιστολαισ λαλων εν αυταισ περι τουτων εν οισ εστιν δυσνοητα τινα α οι αμαθεισ και αστηρικτοι στρεβλουσιν ωσ και τασ λοιπασ γραφασ προσ την ιδιαν αυτων απωλειαν
ὡς καὶ ἐν πάσαις (ταῖς *ko*) ἐπιστολαῖς λαλῶν ἐν αὐταῖς περὶ τούτων· ἐν (αἷς *N(k)O*) ἐστιν δυσνόητά τινα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι (στρεβλοῦσιν *NK(o)*) ὡς καὶ τὰς λοιπὰς γραφὰς πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν.
17 υμεισ ουν αγαπητοι προγινωσκοντεσ φυλασσεσθε ινα μη τη των αθεσμων πλανη συναπαχθεντεσ εκπεσητε του ιδιου στηριγμου
ὑμεῖς οὖν, ἀγαπητοί, προγινώσκοντες φυλάσσεσθε ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ,
18 αυξανετε δε εν χαριτι και γνωσει του κυριου ημων και σωτηροσ ιησου χριστου αυτω η δοξα και νυν και εισ ημεραν αιωνοσ αμην (aiōn g165)
αὐξάνετε δὲ ἐν χάριτι καὶ γνώσει τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος, ἀμήν. (aiōn g165)

< Πετρου Β΄ 3 >

The World is Destroyed by Water
The World is Destroyed by Water