< Προς Τιμοθεον Α΄ 3 >

1 πιστοσ ο λογοσ ει τισ επισκοπησ ορεγεται καλου εργου επιθυμει
Πιστὸς ὁ λόγος: “Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ.”
2 δει ουν τον επισκοπον ανεπιληπτον ειναι μιασ γυναικοσ ανδρα νηφαλεον σωφρονα κοσμιον φιλοξενον διδακτικον
Δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίλημπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικόν,
3 μη παροινον μη πληκτην μη αισχροκερδη αλλ επιεικη αμαχον αφιλαργυρον
μὴ πάροινον, μὴ πλήκτην, ἀλλὰ ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον,
4 του ιδιου οικου καλωσ προισταμενον τεκνα εχοντα εν υποταγη μετα πασησ σεμνοτητοσ
τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ, μετὰ πάσης σεμνότητος
5 ει δε τισ του ιδιου οικου προστηναι ουκ οιδεν πωσ εκκλησιασ θεου επιμελησεται
(εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδεν, πῶς ἐκκλησίας ˚Θεοῦ ἐπιμελήσεται; )
6 μη νεοφυτον ινα μη τυφωθεισ εισ κριμα εμπεση του διαβολου
Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς, εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου.
7 δει δε αυτον και μαρτυριαν καλην εχειν απο των εξωθεν ινα μη εισ ονειδισμον εμπεση και παγιδα του διαβολου
Δεῖ δὲ καὶ, μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ, καὶ παγίδα τοῦ διαβόλου.
8 διακονουσ ωσαυτωσ σεμνουσ μη διλογουσ μη οινω πολλω προσεχοντασ μη αισχροκερδεισ
Διακόνους ὡσαύτως σεμνούς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς,
9 εχοντασ το μυστηριον τησ πιστεωσ εν καθαρα συνειδησει
ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει.
10 και ουτοι δε δοκιμαζεσθωσαν πρωτον ειτα διακονειτωσαν ανεγκλητοι οντεσ
Καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν, ἀνέγκλητοι ὄντες.
11 γυναικασ ωσαυτωσ σεμνασ μη διαβολουσ νηφαλεουσ πιστασ εν πασιν
Γυναῖκας ὡσαύτως σεμνάς, μὴ διαβόλους, νηφαλίους, πιστὰς ἐν πᾶσιν.
12 διακονοι εστωσαν μιασ γυναικοσ ανδρεσ τεκνων καλωσ προισταμενοι και των ιδιων οικων
Διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων.
13 οι γαρ καλωσ διακονησαντεσ βαθμον εαυτοισ καλον περιποιουνται και πολλην παρρησιαν εν πιστει τη εν χριστω ιησου
Οἱ γὰρ καλῶς διακονήσαντες, βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται, καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν ˚Χριστῷ ˚Ἰησοῦ.
14 ταυτα σοι γραφω ελπιζων ελθειν προσ σε ταχιον
Ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρὸς σὲ ἐν τάχει,
15 εαν δε βραδυνω ινα ειδησ πωσ δει εν οικω θεου αναστρεφεσθαι ητισ εστιν εκκλησια θεου ζωντοσ στυλοσ και εδραιωμα τησ αληθειασ
ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ ˚Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία ˚Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας.
16 και ομολογουμενωσ μεγα εστιν το τησ ευσεβειασ μυστηριον θεοσ εφανερωθη εν σαρκι εδικαιωθη εν πνευματι ωφθη αγγελοισ εκηρυχθη εν εθνεσιν επιστευθη εν κοσμω ανεληφθη εν δοξη
Καὶ ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον: “Ὃς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν ˚Πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήμφθη ἐν δόξῃ.”

< Προς Τιμοθεον Α΄ 3 >