< Προς Θεσσαλονικεις Α΄ 3 >

1 διο μηκετι στεγοντεσ ευδοκησαμεν καταλειφθηναι εν αθηναισ μονοι
Διὸ μηκέτι στέγοντες εὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι
2 και επεμψαμεν τιμοθεον τον αδελφον ημων και διακονον του θεου και συνεργον ημων εν τω ευαγγελιω του χριστου εισ το στηριξαι υμασ και παρακαλεσαι υμασ περι τησ πιστεωσ υμων
καὶ ἐπέμψαμεν Τιμόθεον τὸν ἀδελφὸν ἡμῶν καὶ (διάκονον *KO*) (καὶ *K*) συνεργὸν (ἡμῶν *K*) τοῦ θεοῦ ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι (ὑμᾶς *k*) (ὑπὲρ *N(k)O*) τῆς πίστεως ὑμῶν,
3 το μηδενα σαινεσθαι εν ταισ θλιψεσιν ταυταισ αυτοι γαρ οιδατε οτι εισ τουτο κειμεθα
(τὸ *N(k)O*) μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσιν ταύταις· αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα·
4 και γαρ οτε προσ υμασ ημεν προελεγομεν υμιν οτι μελλομεν θλιβεσθαι καθωσ και εγενετο και οιδατε
καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν ὅτι μέλλομεν θλίβεσθαι καθὼς καὶ ἐγένετο καὶ οἴδατε·
5 δια τουτο καγω μηκετι στεγων επεμψα εισ το γνωναι την πιστιν υμων μηπωσ επειρασεν υμασ ο πειραζων και εισ κενον γενηται ο κοποσ ημων
διὰ τοῦτο κἀγὼ κἀγὼ μηκέτι στέγων ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν.
6 αρτι δε ελθοντοσ τιμοθεου προσ ημασ αφ υμων και ευαγγελισαμενου ημιν την πιστιν και την αγαπην υμων και οτι εχετε μνειαν ημων αγαθην παντοτε επιποθουντεσ ημασ ιδειν καθαπερ και ημεισ υμασ
ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ᾽ ὑμῶν καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθὴν πάντοτε ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν καθάπερ καὶ ἡμεῖς ὑμᾶς,
7 δια τουτο παρεκληθημεν αδελφοι εφ υμιν επι παση τη θλιψει και αναγκη ημων δια τησ υμων πιστεωσ
διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοί, ἐφ᾽ ὑμῖν ἐπὶ πάσῃ τῇ ἀνάγκῃ καὶ θλίψει ἡμῶν διὰ τῆς ὑμῶν πίστεως·
8 οτι νυν ζωμεν εαν υμεισ στηκετε εν κυριω
ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς (στήκετε *N(k)O*) ἐν κυρίῳ.
9 τινα γαρ ευχαριστιαν δυναμεθα τω θεω ανταποδουναι περι υμων επι παση τη χαρα η χαιρομεν δι υμασ εμπροσθεν του θεου ημων
τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν ἐπὶ πάσῃ τῇ χαρᾷ ᾗ χαίρομεν δι᾽ ὑμᾶς ἔμπροσθεν τοῦ θεοῦ ἡμῶν,
10 νυκτοσ και ημερασ υπερ εκπερισσου δεομενοι εισ το ιδειν υμων το προσωπον και καταρτισαι τα υστερηματα τησ πιστεωσ υμων
νυκτὸς καὶ ἡμέρας ὑπερεκπερισσοῦ ὑπερεκπερισσοῦ ὑπερεκπερισσοῦ δεόμενοι εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν;
11 αυτοσ δε ο θεοσ και πατηρ ημων και ο κυριοσ ημων ιησουσ χριστοσ κατευθυναι την οδον ημων προσ υμασ
Αὐτὸς δὲ ὁ θεὸς καὶ πατὴρ ἡμῶν καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς (Χριστός *K*) κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς·
12 υμασ δε ο κυριοσ πλεονασαι και περισσευσαι τη αγαπη εισ αλληλουσ και εισ παντασ καθαπερ και ημεισ εισ υμασ
ὑμᾶς δὲ ὁ κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς
13 εισ το στηριξαι υμων τασ καρδιασ αμεμπτουσ εν αγιωσυνη εμπροσθεν του θεου και πατροσ ημων εν τη παρουσια του κυριου ημων ιησου χριστου μετα παντων των αγιων αυτου
εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ (Χριστοῦ *K*) μετὰ πάντων τῶν ἁγίων αὐτοῦ (ἀμήν. *N*)

< Προς Θεσσαλονικεις Α΄ 3 >