< Ιωαννου Α΄ 3 >
1 ιδετε ποταπην αγαπην δεδωκεν ημιν ο πατηρ ινα τεκνα θεου κληθωμεν δια τουτο ο κοσμοσ ου γινωσκει υμασ οτι ουκ εγνω αυτον
ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ πατὴρ ἵνα τέκνα θεοῦ κληθῶμεν, ⸂καὶ ἐσμέν. διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει ⸀ἡμᾶςὅτι οὐκ ἔγνω αὐτόν.
2 αγαπητοι νυν τεκνα θεου εσμεν και ουπω εφανερωθη τι εσομεθα οιδαμεν δε οτι εαν φανερωθη ομοιοι αυτω εσομεθα οτι οψομεθα αυτον καθωσ εστιν
ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα. ⸀οἴδαμενὅτι ἐὰν φανερωθῇ ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν.
3 και πασ ο εχων την ελπιδα ταυτην επ αυτω αγνιζει εαυτον καθωσ εκεινοσ αγνοσ εστιν
καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπʼ αὐτῷ ἁγνίζει ἑαυτὸν καθὼς ἐκεῖνος ἁγνός ἐστιν.
4 πασ ο ποιων την αμαρτιαν και την ανομιαν ποιει και η αμαρτια εστιν η ανομια
Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ, καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία.
5 και οιδατε οτι εκεινοσ εφανερωθη ινα τασ αμαρτιασ ημων αρη και αμαρτια εν αυτω ουκ εστιν
καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη ἵνα τὰς ⸀ἁμαρτίαςἄρῃ, καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστιν.
6 πασ ο εν αυτω μενων ουχ αμαρτανει πασ ο αμαρτανων ουχ εωρακεν αυτον ουδε εγνωκεν αυτον
πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει· πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἔγνωκεν αὐτόν.
7 τεκνια μηδεισ πλανατω υμασ ο ποιων την δικαιοσυνην δικαιοσ εστιν καθωσ εκεινοσ δικαιοσ εστιν
⸀τεκνία μηδεὶς πλανάτω ὑμᾶς· ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστιν, καθὼς ἐκεῖνος δίκαιός ἐστιν·
8 ο ποιων την αμαρτιαν εκ του διαβολου εστιν οτι απ αρχησ ο διαβολοσ αμαρτανει εισ τουτο εφανερωθη ο υιοσ του θεου ινα λυση τα εργα του διαβολου
ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπʼ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει. εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ θεοῦ ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου.
9 πασ ο γεγεννημενοσ εκ του θεου αμαρτιαν ου ποιει οτι σπερμα αυτου εν αυτω μενει και ου δυναται αμαρτανειν οτι εκ του θεου γεγεννηται
πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται.
10 εν τουτω φανερα εστιν τα τεκνα του θεου και τα τεκνα του διαβολου πασ ο μη ποιων δικαιοσυνην ουκ εστιν εκ του θεου και ο μη αγαπων τον αδελφον αυτου
ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου· πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ.
11 οτι αυτη εστιν η αγγελια ην ηκουσατε απ αρχησ ινα αγαπωμεν αλληλουσ
Ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπʼ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους·
12 ου καθωσ καιν εκ του πονηρου ην και εσφαξεν τον αδελφον αυτου και χαριν τινοσ εσφαξεν αυτον οτι τα εργα αυτου πονηρα ην τα δε του αδελφου αυτου δικαια
οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν καὶ ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ· καὶ χάριν τίνος ἔσφαξεν αὐτόν; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια.
13 μη θαυμαζετε αδελφοι μου ει μισει υμασ ο κοσμοσ
⸀μὴθαυμάζετε, ⸀ἀδελφοί εἰ μισεῖ ὑμᾶς ὁ κόσμος.
14 ημεισ οιδαμεν οτι μεταβεβηκαμεν εκ του θανατου εισ την ζωην οτι αγαπωμεν τουσ αδελφουσ ο μη αγαπων τον αδελφον μενει εν τω θανατω
ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς· ὁ μὴ ⸀ἀγαπῶνμένει ἐν τῷ θανάτῳ.
15 πασ ο μισων τον αδελφον αυτου ανθρωποκτονοσ εστιν και οιδατε οτι πασ ανθρωποκτονοσ ουκ εχει ζωην αιωνιον εν εαυτω μενουσαν (aiōnios )
πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστίν, καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν ⸀αὐτῷμένουσαν. (aiōnios )
16 εν τουτω εγνωκαμεν την αγαπην οτι εκεινοσ υπερ ημων την ψυχην αυτου εθηκεν και ημεισ οφειλομεν υπερ των αδελφων τασ ψυχασ τιθεναι
ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς ⸀θεῖναι
17 οσ δ αν εχη τον βιον του κοσμου και θεωρη τον αδελφον αυτου χρειαν εχοντα και κλειση τα σπλαγχνα αυτου απ αυτου πωσ η αγαπη του θεου μενει εν αυτω
ὃς δʼ ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπʼ αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ θεοῦ μένει ἐν αὐτῷ;
18 τεκνια μου μη αγαπωμεν λογω μηδε τη γλωσση αλλ εν εργω και αληθεια
⸀Τεκνία μὴ ἀγαπῶμεν λόγῳ μηδὲ τῇ γλώσσῃ ἀλλὰ ἐν ἔργῳ καὶ ἀληθείᾳ.
19 και εν τουτω γινωσκομεν οτι εκ τησ αληθειασ εσμεν και εμπροσθεν αυτου πεισομεν τασ καρδιασ ημων
⸀ἐντούτῳ ⸀γνωσόμεθαὅτι ἐκ τῆς ἀληθείας ἐσμέν, καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν ⸂τὴν καρδίαν ἡμῶν
20 οτι εαν καταγινωσκη ημων η καρδια οτι μειζων εστιν ο θεοσ τησ καρδιασ ημων και γινωσκει παντα
ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία, ὅτι μείζων ἐστὶν ὁ θεὸς τῆς καρδίας ἡμῶν καὶ γινώσκει πάντα.
21 αγαπητοι εαν η καρδια ημων μη καταγινωσκη ημων παρρησιαν εχομεν προσ τον θεον
ἀγαπητοί, ἐὰν ἡ καρδία ⸂μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν θεόν,
22 και ο εαν αιτωμεν λαμβανομεν παρ αυτου οτι τασ εντολασ αυτου τηρουμεν και τα αρεστα ενωπιον αυτου ποιουμεν
καὶ ὃ ⸀ἐὰναἰτῶμεν λαμβάνομεν ⸀ἀπʼαὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν.
23 και αυτη εστιν η εντολη αυτου ινα πιστευσωμεν τω ονοματι του υιου αυτου ιησου χριστου και αγαπωμεν αλληλουσ καθωσ εδωκεν εντολην
καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα ⸀πιστεύσωμεντῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ ἀγαπῶμεν ἀλλήλους, καθὼς ἔδωκεν ἐντολὴν ⸀ἡμῖν
24 και ο τηρων τασ εντολασ αυτου εν αυτω μενει και αυτοσ εν αυτω και εν τουτω γινωσκομεν οτι μενει εν ημιν εκ του πνευματοσ ου ημιν εδωκεν
καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν αὐτῷ· καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ πνεύματος οὗ ἡμῖν ἔδωκεν.