< Ζαχαρίας 9 >

1 λῆμμα λόγου κυρίου ἐν γῇ Σεδραχ καὶ Δαμασκοῦ θυσία αὐτοῦ διότι κύριος ἐφορᾷ ἀνθρώπους καὶ πάσας φυλὰς τοῦ Ισραηλ
Proroštvo. Riječ Jahvina. Jahve prolazi zemljom Hadraka, Damask mu je počivalište; jer Jahvini su gradovi Arama i sva plemena Izraela.
2 καὶ Εμαθ ἐν τοῖς ὁρίοις αὐτῆς Τύρος καὶ Σιδών διότι ἐφρόνησαν σφόδρα
Hamat također, koji s njim graniči,
3 καὶ ᾠκοδόμησεν Τύρος ὀχυρώματα ἑαυτῇ καὶ ἐθησαύρισεν ἀργύριον ὡς χοῦν καὶ συνήγαγεν χρυσίον ὡς πηλὸν ὁδῶν
i Tir i Sidon, tako mudar. Tir podiže tvrde bedeme, zgrnu srebra kao prašine i zlata kao blata s ulica.
4 διὰ τοῦτο κύριος κληρονομήσει αὐτὴν καὶ πατάξει εἰς θάλασσαν δύναμιν αὐτῆς καὶ αὕτη ἐν πυρὶ καταναλωθήσεται
Al' evo, Gospod će ga osvojiti, survati u more moć njegovu, a njega će progutati oganj.
5 ὄψεται Ἀσκαλὼν καὶ φοβηθήσεται καὶ Γάζα καὶ ὀδυνηθήσεται σφόδρα καὶ Ακκαρων ὅτι ᾐσχύνθη ἐπὶ τῷ παραπτώματι αὐτῆς καὶ ἀπολεῖται βασιλεὺς ἐκ Γάζης καὶ Ἀσκαλὼν οὐ μὴ κατοικηθῇ
Vidjet će to Aškelon i prestrašiti se, a Gaza sva će uzdrhtati, i Ekron, jer ga nada prevari: nestat će kralja iz Gaze, Aškelon će pust ostati,
6 καὶ κατοικήσουσιν ἀλλογενεῖς ἐν Ἀζώτῳ καὶ καθελῶ ὕβριν ἀλλοφύλων
u Ašdodu stanovat će kopilad! Zatrt ću ponos Filistejaca,
7 καὶ ἐξαρῶ τὸ αἷμα αὐτῶν ἐκ στόματος αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν ἐκ μέσου ὀδόντων αὐτῶν καὶ ὑπολειφθήσεται καὶ οὗτος τῷ θεῷ ἡμῶν καὶ ἔσονται ὡς χιλίαρχος ἐν Ιουδα καὶ Ακκαρων ὡς ὁ Ιεβουσαῖος
uklonit ću im krv iz usta i gnusobu iz zuba. I oni će pripasti Bogu našem i bit će kao jedna obitelj u Judeji, a Ekron će biti kao Jebusejac.
8 καὶ ὑποστήσομαι τῷ οἴκῳ μου ἀνάστημα τοῦ μὴ διαπορεύεσθαι μηδὲ ἀνακάμπτειν καὶ οὐ μὴ ἐπέλθῃ ἐπ’ αὐτοὺς οὐκέτι ἐξελαύνων διότι νῦν ἑώρακα ἐν τοῖς ὀφθαλμοῖς μου
Uz Dom svoj utaborit ću se kao straža, protiv onih koji odlaze i dolaze; tlačitelj neće više ovud prolaziti, jer njegovu sam uvidio bijedu.
9 χαῖρε σφόδρα θύγατερ Σιων κήρυσσε θύγατερ Ιερουσαλημ ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σῴζων αὐτός πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον
Klikni iz sveg grla, Kćeri sionska! Viči od radosti, Kćeri jeruzalemska! Tvoj kralj se evo tebi vraća: pravičan je i pobjedonosan, ponizan jaše na magarcu, na magaretu, mladetu magaričinu.
10 καὶ ἐξολεθρεύσει ἅρματα ἐξ Εφραιμ καὶ ἵππον ἐξ Ιερουσαλημ καὶ ἐξολεθρευθήσεται τόξον πολεμικόν καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν καὶ κατάρξει ὑδάτων ἕως θαλάσσης καὶ ποταμῶν διεκβολὰς γῆς
On će istrijebit' kola iz Efrajima i konje iz Jeruzalema; on će istrijebit' luk ubojni. On će navijestit' mir narodima; vlast će mu se proširit' od mora do mora i od Rijeke do rubova zemlje.
11 καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ
A i tebi, zbog krvi tvoga Saveza, vratit ću sužnje tvoje iz jama bezvodnih.
12 καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι
Vratite se u Tvrđavu, izgnanici puni nade, još danas - ja navješćujem - dvostruko ću ti uzvratiti.
13 διότι ἐνέτεινά σε Ιουδα ἐμαυτῷ τόξον ἔπλησα τὸν Εφραιμ καὶ ἐπεγερῶ τὰ τέκνα σου Σιων ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων καὶ ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητοῦ
Jer, Judu sam kao luk napeo, a Efrajimom luk naoružao: tvoje ću, o Sione, zavitlat' sinove - protiv sinova tvojih, o Javane - i učinit ću te kao mač junaka.
14 καὶ κύριος ἔσται ἐπ’ αὐτοὺς καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολίς καὶ κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ
Nad njima tad će se pojaviti Jahve i kao munja letjet će mu strijela. Jahve Gospod u rog će zatrubit', hodit će na južnim vihorima.
15 κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶν καὶ καταναλώσουσιν αὐτοὺς καὶ καταχώσουσιν αὐτοὺς ἐν λίθοις σφενδόνης καὶ ἐκπίονται αὐτοὺς ὡς οἶνον καὶ πλήσουσιν ὡς φιάλας θυσιαστήριον
Jahve nad Vojskama zakrilit će ih i oni će gaziti nogama kamenje praćaka, pit će krv kao da je vino, napojit' se kao škropilo, kao uglovi na žrtveniku.
16 καὶ σώσει αὐτοὺς κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς πρόβατα λαὸν αὐτοῦ διότι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς αὐτοῦ
Jahve Bog njihov spasit će ih u dan onaj; kao stado on će pasti narod svoj; kao drago kamenje krune oni će blistat' u zemlji njegovoj.
17 ὅτι εἴ τι ἀγαθὸν αὐτοῦ καὶ εἴ τι καλὸν παρ’ αὐτοῦ σῖτος νεανίσκοις καὶ οἶνος εὐωδιάζων εἰς παρθένους
Ah, kako li će sretan, kako lijep biti! Od žita će rasti mladići, a od slatkog vina djevice.

< Ζαχαρίας 9 >