< Ζαχαρίας 5 >

1 καὶ ἐπέστρεψα καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ δρέπανον πετόμενον
ואשוב ואשא עיני ואראה והנה מגלה עפה
2 καὶ εἶπεν πρός με τί σὺ βλέπεις καὶ εἶπα ἐγὼ ὁρῶ δρέπανον πετόμενον μῆκος πήχεων εἴκοσι καὶ πλάτος πήχεων δέκα
ויאמר אלי מה אתה ראה ואמר אני ראה מגלה עפה--ארכה עשרים באמה ורחבה עשר באמה
3 καὶ εἶπεν πρός με αὕτη ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ πρόσωπον πάσης τῆς γῆς διότι πᾶς ὁ κλέπτης ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται καὶ πᾶς ὁ ἐπίορκος ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται
ויאמר אלי--זאת האלה היוצאת על פני כל הארץ כי כל הגנב מזה כמוה נקה וכל הנשבע מזה כמוה נקה
4 καὶ ἐξοίσω αὐτό λέγει κύριος παντοκράτωρ καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος τῷ ὀνόματί μου ἐπὶ ψεύδει καὶ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ καὶ συντελέσει αὐτὸν καὶ τὰ ξύλα αὐτοῦ καὶ τοὺς λίθους αὐτοῦ
הוצאתיה נאם יהוה צבאות ובאה אל בית הגנב ואל בית הנשבע בשמי לשקר ולנה בתוך ביתו וכלתו ואת עציו ואת אבניו
5 καὶ ἐξῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρός με ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἰδὲ τί τὸ ἐκπορευόμενον τοῦτο
ויצא המלאך הדבר בי ויאמר אלי--שא נא עיניך וראה מה היוצאת הזאת
6 καὶ εἶπα τί ἐστιν καὶ εἶπεν τοῦτο τὸ μέτρον τὸ ἐκπορευόμενον καὶ εἶπεν αὕτη ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ
ואמר מה היא ויאמר זאת האיפה היוצאת ויאמר זאת עינם בכל הארץ
7 καὶ ἰδοὺ τάλαντον μολίβου ἐξαιρόμενον καὶ ἰδοὺ μία γυνὴ ἐκάθητο ἐν μέσῳ τοῦ μέτρου
והנה ככר עפרת נשאת וזאת אשה אחת יושבת בתוך האיפה
8 καὶ εἶπεν αὕτη ἐστὶν ἡ ἀνομία καὶ ἔρριψεν αὐτὴν ἐν μέσῳ τοῦ μέτρου καὶ ἔρριψεν τὸν λίθον τοῦ μολίβου εἰς τὸ στόμα αὐτῆς
ויאמר זאת הרשעה וישלך אתה אל תוך האיפה וישלך את אבן העופרת אל פיה
9 καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ δύο γυναῖκες ἐκπορευόμεναι καὶ πνεῦμα ἐν ταῖς πτέρυξιν αὐτῶν καὶ αὗται εἶχον πτέρυγας ὡς πτέρυγας ἔποπος καὶ ἀνέλαβον τὸ μέτρον ἀνὰ μέσον τῆς γῆς καὶ ἀνὰ μέσον τοῦ οὐρανοῦ
ואשא עיני וארא והנה שתים נשים יוצאות ורוח בכנפיהם ולהנה כנפים ככנפי החסידה ותשאנה את האיפה בין הארץ ובין השמים
10 καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί ποῦ αὗται ἀποφέρουσιν τὸ μέτρον
ואמר אל המלאך הדבר בי אנה המה מולכות את האיפה
11 καὶ εἶπεν πρός με οἰκοδομῆσαι αὐτῷ οἰκίαν ἐν γῇ Βαβυλῶνος καὶ ἑτοιμάσαι καὶ θήσουσιν αὐτὸ ἐκεῖ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ
ויאמר אלי לבנות לה בית בארץ שנער והוכן והניחה שם על מכנתה

< Ζαχαρίας 5 >