< Ζαχαρίας 4 >

1 καὶ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ ἐξήγειρέν με ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦ
Και επέστρεψεν ο άγγελος ο λαλών μετ' εμού και με εξήγειρεν ως άνθρωπον εξεγειρόμενον από του ύπνου αυτού,
2 καὶ εἶπεν πρός με τί σύ βλέπεις καὶ εἶπα ἑώρακα καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς
και είπε προς εμέ, Τι βλέπεις συ; Και είπα, Εθεώρησα και ιδού, λυχνία όλη χρυσή και δοχείον επί της κορυφής αυτής, και οι επτά λύχνοι αυτής επ' αυτής και επτά σωλήνες εις τους λύχνους τους επί της κορυφής αυτής,
3 καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς μία ἐκ δεξιῶν τοῦ λαμπαδίου καὶ μία ἐξ εὐωνύμων
και δύο ελαίαι επάνωθεν αυτής, μία εκ δεξιών του δοχείου και μία εξ αριστερών αυτής.
4 καὶ ἐπηρώτησα καὶ εἶπον πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ λέγων τί ἐστιν ταῦτα κύριε
Και απεκρίθην και είπα προς τον άγγελον τον λαλούντα μετ' εμού, λέγων, Τι είναι ταύτα, κύριέ μου;
5 καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρός με οὐ γινώσκεις τί ἐστιν ταῦτα καὶ εἶπα οὐχί κύριε
Και απεκρίθη ο άγγελος ο λαλών μετ' εμού και είπε προς εμέ, Δεν γνωρίζεις τι είναι ταύτα; Και είπα, Ουχί, κύριέ μου.
6 καὶ ἀπεκρίθη καὶ εἶπεν πρός με λέγων οὗτος ὁ λόγος κυρίου πρὸς Ζοροβαβελ λέγων οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύι ἀλλ’ ἢ ἐν πνεύματί μου λέγει κύριος παντοκράτωρ
Και απεκρίθη και είπε προς εμέ, λέγων, Ούτος είναι ο λόγος του Κυρίου προς τον Ζοροβάβελ, λέγων, Ουχί διά δυνάμεως ουδέ διά ισχύος αλλά διά του Πνεύματός μου, λέγει ο Κύριος των δυνάμεων.
7 τίς εἶ σύ τὸ ὄρος τὸ μέγα πρὸ προσώπου Ζοροβαβελ τοῦ κατορθῶσαι καὶ ἐξοίσω τὸν λίθον τῆς κληρονομίας ἰσότητα χάριτος χάριτα αὐτῆς
Τις είσαι συ, το όρος το μέγα, έμπροσθεν του Ζοροβάβελ; πεδιάς· και θέλει εκφέρει τον ακρογωνιαίον λίθον εν αλαλαγμώ, Χάρις, χάρις εις αυτόν
8 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Και έγεινε λόγος Κυρίου προς εμέ, λέγων,
9 αἱ χεῖρες Ζοροβαβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν καὶ ἐπιγνώσῃ διότι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ
Αι χείρες του Ζοροβάβελ έθεσαν το θεμέλιον του οίκου τούτου και αι χείρες αυτού θέλουσι τελειώσει αυτόν· και θέλεις γνωρίσει ότι ο Κύριος των δυνάμεων με απέστειλε προς εσάς.
10 διότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς καὶ χαροῦνται καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβαβελ ἑπτὰ οὗτοι ὀφθαλμοὶ κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν
Διότι τις κατεφρόνησε την ημέραν των μικρών πραγμάτων; θέλουσι βεβαίως χαρή και θέλουσιν ιδεί τον κασσιτέρινον λίθον εν τη χειρί του Ζοροβάβελ οι επτά εκείνοι οφθαλμοί του Κυρίου, οι περιτρέχοντες διά πάσης της γης.
11 καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς αὐτόν τί αἱ δύο ἐλαῖαι αὗται αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων
Τότε απεκρίθην και είπα προς αυτόν, Τι είναι αι δύο αύται ελαίαι επί τα δεξιά της λυχνίας και επί τα αριστερά αυτής;
12 καὶ ἐπηρώτησα ἐκ δευτέρου καὶ εἶπα πρὸς αὐτόν τί οἱ δύο κλάδοι τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶν τῶν δύο μυξωτήρων τῶν χρυσῶν τῶν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσᾶς
Και απεκρίθην εκ δευτέρου και είπα προς αυτόν, Τι είναι οι δύο κλάδοι των ελαιών, οίτινες διά των δύο χρυσών σωλήνων εκκενόνουσιν εξ εαυτών το έλαιον εις την χρυσήν λυχνίαν;
13 καὶ εἶπεν πρός με οὐκ οἶδας τί ἐστιν ταῦτα καὶ εἶπα οὐχί κύριε
Και είπε προς εμέ λέγων, Δεν γνωρίζεις τι είναι ταύτα; Και είπα, Ουχί, κύριέ μου.
14 καὶ εἶπεν οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασιν τῷ κυρίῳ πάσης τῆς γῆς
Τότε είπεν, Ούτοι είναι οι δύο κεχρισμένοι, οι παριστάμενοι πλησίον του Κυρίου πάσης της γης.

< Ζαχαρίας 4 >