< Ζαχαρίας 1 >

1 ἐν τῷ ὀγδόῳ μηνὶ ἔτους δευτέρου ἐπὶ Δαρείου ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν τὸν τοῦ Βαραχιου υἱὸν Αδδω τὸν προφήτην λέγων
In the eighth month of the second year of Darius' reign, the word of Yahweh came to Zechariah son of Berechiah son of Iddo, the prophet, saying,
2 ὠργίσθη κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην
“Yahweh was exceedingly angry with your fathers!
3 καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος παντοκράτωρ ἐπιστρέψατε πρός με καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς λέγει κύριος
Say to them, 'Yahweh of hosts says this: Turn to me!—this is the declaration of Yahweh of hosts— and I will return to you, says Yahweh of hosts.
4 καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν οἷς ἐνεκάλεσαν αὐτοῖς οἱ προφῆται οἱ ἔμπροσθεν λέγοντες τάδε λέγει κύριος παντοκράτωρ ἀποστρέψατε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν καὶ ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν τῶν πονηρῶν καὶ οὐ προσέσχον τοῦ εἰσακοῦσαί μου λέγει κύριος
Do not be like your fathers to whom the prophets cried out previously, saying, “Yahweh of hosts says this: Turn from your evil ways and wicked practices!” But they would not hear and did not pay attention to me—this is Yahweh's declaration.'
5 οἱ πατέρες ὑμῶν ποῦ εἰσιν καὶ οἱ προφῆται μὴ τὸν αἰῶνα ζήσονται
Your fathers, where are they? Where are the prophets, are they here forever?
6 πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε ὅσα ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις οἳ κατελάβοσαν τοὺς πατέρας ὑμῶν καὶ ἀπεκρίθησαν καὶ εἶπαν καθὼς παρατέτακται κύριος παντοκράτωρ τοῦ ποιῆσαι κατὰ τὰς ὁδοὺς ὑμῶν καὶ κατὰ τὰ ἐπιτηδεύματα ὑμῶν οὕτως ἐποίησεν ὑμῖν
But my words and my decrees that I commanded my servants the prophets, have they not overtaken your fathers? So they repented and said, 'Just as Yahweh of hosts planned to do to us what our ways and actions deserved, so he has dealt with us.'”
7 τῇ τετράδι καὶ εἰκάδι τῷ ἑνδεκάτῳ μηνί οὗτός ἐστιν ὁ μὴν Σαβατ ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν τὸν τοῦ Βαραχιου υἱὸν Αδδω τὸν προφήτην λέγων
On the twenty-fourth day of the eleventh month, which is the month of Shebat, in the second year of Darius' reign, the word of Yahweh came to Zechariah son of Berechiah son of Iddo, the prophet, saying,
8 ἑώρακα τὴν νύκτα καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ ἵππον πυρρόν καὶ οὗτος εἱστήκει ἀνὰ μέσον τῶν δύο ὀρέων τῶν κατασκίων καὶ ὀπίσω αὐτοῦ ἵπποι πυρροὶ καὶ ψαροὶ καὶ ποικίλοι καὶ λευκοί
“I saw in the night, and, look! a man was riding on a red horse, and he was among the myrtle trees that are in the valley; and behind him there were red, reddish-brown, and white horses.”
9 καὶ εἶπα τί οὗτοι κύριε καὶ εἶπεν πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί ἐγὼ δείξω σοι τί ἐστιν ταῦτα
I said, “What are these things, Lord?” Then the angel who talked with me said to me, “I will show you what these things are.”
10 καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπεν πρός με οὗτοί εἰσιν οὓς ἐξαπέσταλκεν κύριος τοῦ περιοδεῦσαι τὴν γῆν
Then the man who stood among the myrtle trees answered and said, “These are those Yahweh has sent out to roam throughout the earth.”
11 καὶ ἀπεκρίθησαν τῷ ἀγγέλῳ κυρίου τῷ ἐφεστῶτι ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπον περιωδεύκαμεν πᾶσαν τὴν γῆν καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει
They answered the angel of Yahweh who stood among the myrtle trees; they said to him, “We have been roaming throughout the earth; see, all the earth sits still and is at rest.”
12 καὶ ἀπεκρίθη ὁ ἄγγελος κυρίου καὶ εἶπεν κύριε παντοκράτωρ ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ιερουσαλημ καὶ τὰς πόλεις Ιουδα ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος
Then the angel of Yahweh answered and said, “Yahweh of hosts, how long will you show no compassion to Jerusalem and to the cities of Judah, which you have been angry with these seventy years?”
13 καὶ ἀπεκρίθη κύριος παντοκράτωρ τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοὶ ῥήματα καλὰ καὶ λόγους παρακλητικούς
Yahweh answered the angel who had talked with me, with good words, words of comfort.
14 καὶ εἶπεν πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί ἀνάκραγε λέγων τάδε λέγει κύριος παντοκράτωρ ἐζήλωκα τὴν Ιερουσαλημ καὶ τὴν Σιων ζῆλον μέγαν
So the angel who had talked with me said to me, “Call out and say, 'Yahweh of hosts says this: I have been jealous for Jerusalem and for Zion with a great passion!
15 καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα ἀνθ’ ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά
I am very angry with the nations that are at ease. When I was only a little angry with them, they made the disaster worse.
16 διὰ τοῦτο τάδε λέγει κύριος ἐπιστρέψω ἐπὶ Ιερουσαλημ ἐν οἰκτιρμῷ καὶ ὁ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ λέγει κύριος παντοκράτωρ καὶ μέτρον ἐκταθήσεται ἐπὶ Ιερουσαλημ ἔτι
Therefore Yahweh of hosts says this: I have returned to Jerusalem with mercies. My house will be built within her —this is the declaration of Yahweh of hosts—and the measuring line will be stretched out over Jerusalem!'
17 καὶ εἶπεν πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί ἀνάκραγε λέγων τάδε λέγει κύριος παντοκράτωρ ἔτι διαχυθήσονται πόλεις ἐν ἀγαθοῖς καὶ ἐλεήσει κύριος ἔτι τὴν Σιων καὶ αἱρετιεῖ ἔτι τὴν Ιερουσαλημ
Again call out, saying, 'Yahweh of hosts says this: My cities will once again overflow with goodness, and Yahweh will again comfort Zion, and he will once again choose Jerusalem.'”
18 καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσαρα κέρατα
Then I lifted up my eyes and saw four horns!
19 καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί τί ἐστιν ταῦτα κύριε καὶ εἶπεν πρός με ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ιουδαν καὶ τὸν Ισραηλ
I spoke to the angel who talked with me, “What are these?” He answered me, “These are the horns that have scattered Judah, Israel, and Jerusalem.”
20 καὶ ἔδειξέν μοι κύριος τέσσαρας τέκτονας
Then Yahweh showed me four craftsmen.
21 καὶ εἶπα τί οὗτοι ἔρχονται ποιῆσαι καὶ εἶπεν πρός με ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ιουδαν καὶ τὸν Ισραηλ κατέαξαν καὶ οὐδεὶς αὐτῶν ἦρεν κεφαλήν καὶ εἰσῆλθον οὗτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶν τὰ τέσσαρα κέρατα τὰ ἔθνη τὰ ἐπαιρόμενα κέρας ἐπὶ τὴν γῆν κυρίου τοῦ διασκορπίσαι αὐτήν
I said, “What are these people coming to do?” He answered, and said, “These are the horns that scattered Judah so that no man would lift up his head. But the blacksmiths have come to terrify them, to cast down the horns of the nations that lifted up a horn against the land of Judah to scatter her.”

< Ζαχαρίας 1 >