< Ἆσμα Ἀσμάτων 8 >
1 τίς δῴη σε ἀδελφιδόν μου θηλάζοντα μαστοὺς μητρός μου εὑροῦσά σε ἔξω φιλήσω σε καί γε οὐκ ἐξουδενώσουσίν μοι
巴不得你像我的兄弟, 像吃我母亲奶的兄弟; 我在外头遇见你就与你亲嘴, 谁也不轻看我。
2 παραλήμψομαί σε εἰσάξω σε εἰς οἶκον μητρός μου καὶ εἰς ταμίειον τῆς συλλαβούσης με ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ ἀπὸ νάματος ῥοῶν μου
我必引导你, 领你进我母亲的家; 我可以领受教训, 也就使你喝石榴汁酿的香酒。
3 εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου καὶ ἡ δεξιὰ αὐτοῦ περιλήμψεταί με
他的左手必在我头下; 他的右手必将我抱住。
4 ὥρκισα ὑμᾶς θυγατέρες Ιερουσαλημ ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ τί ἐγείρητε καὶ τί ἐξεγείρητε τὴν ἀγάπην ἕως ἂν θελήσῃ
耶路撒冷的众女子啊, 我嘱咐你们: 不要惊动、不要叫醒我所亲爱的, 等他自己情愿。
5 τίς αὕτη ἡ ἀναβαίνουσα λελευκανθισμένη ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφιδὸν αὐτῆς ὑπὸ μῆλον ἐξήγειρά σε ἐκεῖ ὠδίνησέν σε ἡ μήτηρ σου ἐκεῖ ὠδίνησέν σε ἡ τεκοῦσά σου
那靠着良人从旷野上来的是谁呢? 〔新娘〕 我在苹果树下叫醒你。 你母亲在那里为你劬劳; 生养你的在那里为你劬劳。
6 θές με ὡς σφραγῖδα ἐπὶ τὴν καρδίαν σου ὡς σφραγῖδα ἐπὶ τὸν βραχίονά σου ὅτι κραταιὰ ὡς θάνατος ἀγάπη σκληρὸς ὡς ᾅδης ζῆλος περίπτερα αὐτῆς περίπτερα πυρός φλόγες αὐτῆς (Sheol )
求你将我放在你心上如印记, 带在你臂上如戳记。 因为爱情如死之坚强, 嫉恨如阴间之残忍; 所发的电光是火焰的电光, 是耶和华的烈焰。 (Sheol )
7 ὕδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην καὶ ποταμοὶ οὐ συγκλύσουσιν αὐτήν ἐὰν δῷ ἀνὴρ τὸν πάντα βίον αὐτοῦ ἐν τῇ ἀγάπῃ ἐξουδενώσει ἐξουδενώσουσιν αὐτόν
爱情,众水不能息灭, 大水也不能淹没。 若有人拿家中所有的财宝要换爱情, 就全被藐视。
8 ἀδελφὴ ἡμῖν μικρὰ καὶ μαστοὺς οὐκ ἔχει τί ποιήσωμεν τῇ ἀδελφῇ ἡμῶν ἐν ἡμέρᾳ ᾗ ἐὰν λαληθῇ ἐν αὐτῇ
我们有一小妹; 她的两乳尚未长成, 人来提亲的日子, 我们当为她怎样办理?
9 εἰ τεῖχός ἐστιν οἰκοδομήσωμεν ἐπ’ αὐτὴν ἐπάλξεις ἀργυρᾶς καὶ εἰ θύρα ἐστίν διαγράψωμεν ἐπ’ αὐτὴν σανίδα κεδρίνην
她若是墙, 我们要在其上建造银塔; 她若是门, 我们要用香柏木板围护她。
10 ἐγὼ τεῖχος καὶ μαστοί μου ὡς πύργοι ἐγὼ ἤμην ἐν ὀφθαλμοῖς αὐτοῦ ὡς εὑρίσκουσα εἰρήνην
我是墙; 我两乳像其上的楼。 那时,我在他眼中像得平安的人。
11 ἀμπελὼν ἐγενήθη τῷ Σαλωμων ἐν Βεελαμων ἔδωκεν τὸν ἀμπελῶνα αὐτοῦ τοῖς τηροῦσιν ἀνὴρ οἴσει ἐν καρπῷ αὐτοῦ χιλίους ἀργυρίου
所罗门在巴力·哈们有一葡萄园; 他将这葡萄园交给看守的人, 为其中的果子必交一千舍客勒银子。
12 ἀμπελών μου ἐμὸς ἐνώπιόν μου οἱ χίλιοι σοί Σαλωμων καὶ οἱ διακόσιοι τοῖς τηροῦσι τὸν καρπὸν αὐτοῦ
我自己的葡萄园在我面前。 所罗门哪,一千舍客勒归你, 二百舍客勒归看守果子的人。
13 ὁ καθήμενος ἐν κήποις ἑταῖροι προσέχοντες τῇ φωνῇ σου ἀκούτισόν με
你这住在园中的, 同伴都要听你的声音, 求你使我也得听见。
14 φύγε ἀδελφιδέ μου καὶ ὁμοιώθητι τῇ δορκάδι ἢ τῷ νεβρῷ τῶν ἐλάφων ἐπὶ ὄρη ἀρωμάτων
我的良人哪,求你快来! 如羚羊或小鹿在香草山上。