< Ἆσμα Ἀσμάτων 4 >
1 ἰδοὺ εἶ καλή ἡ πλησίον μου ἰδοὺ εἶ καλή ὀφθαλμοί σου περιστεραὶ ἐκτὸς τῆς σιωπήσεώς σου τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν αἳ ἀπεκαλύφθησαν ἀπὸ τοῦ Γαλααδ
Ah, ne güzelsin, aşkım, ah, ne güzel! Peçenin ardındaki gözlerin güvercinler gibi. Siyah saçların Gilat Dağı'nın yamaçlarından inen Keçi sürüsü sanki.
2 ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ αἱ πᾶσαι διδυμεύουσαι καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς
Yeni kırkılıp yıkanmış, Sudan çıkmış koyun sürüsü gibi dişlerin, Hepsinin ikizi var. Yavrusunu yitiren yok aralarında.
3 ὡς σπαρτίον τὸ κόκκινον χείλη σου καὶ ἡ λαλιά σου ὡραία ὡς λέπυρον τῆς ῥόας μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου
Al kurdele gibi dudakların, Ağzın ne güzel! Peçenin ardındaki yanakların Nar parçası sanki.
4 ὡς πύργος Δαυιδ τράχηλός σου ὁ ᾠκοδομημένος εἰς θαλπιωθ χίλιοι θυρεοὶ κρέμανται ἐπ’ αὐτόν πᾶσαι βολίδες τῶν δυνατῶν
Boynun Davut'un kulesi gibi, Kakma taşlarla yapılmış, Üzerine bin kalkan asılmış, Hepsi de birer yiğit kalkanı.
5 δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος οἱ νεμόμενοι ἐν κρίνοις
Sanki bir çift geyik yavrusu memelerin Zambaklar arasında otlayan İkiz ceylan yavrusu.
6 ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί πορεύσομαι ἐμαυτῷ πρὸς τὸ ὄρος τῆς σμύρνης καὶ πρὸς τὸν βουνὸν τοῦ Λιβάνου
Gün serinleyip gölgeler uzayınca, Mür dağına, Günnük tepesine gideceğim.
7 ὅλη καλὴ εἶ ἡ πλησίον μου καὶ μῶμος οὐκ ἔστιν ἐν σοί
Tepeden tırnağa güzelsin, aşkım, Hiç kusurun yok.
8 δεῦρο ἀπὸ Λιβάνου νύμφη δεῦρο ἀπὸ Λιβάνου ἐλεύσῃ καὶ διελεύσῃ ἀπὸ ἀρχῆς πίστεως ἀπὸ κεφαλῆς Σανιρ καὶ Ερμων ἀπὸ μανδρῶν λεόντων ἀπὸ ὀρέων παρδάλεων
Benimle gel Lübnan'dan, yavuklum, Benimle gel Lübnan'dan! Amana doruğundan, Senir ve Hermon doruklarından, Aslanların inlerinden, Parsların dağlarından geç.
9 ἐκαρδίωσας ἡμᾶς ἀδελφή μου νύμφη ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀφθαλμῶν σου ἐν μιᾷ ἐνθέματι τραχήλων σου
Çaldın gönlümü kızkardeşim, yavuklum, Bir bakışınla, Gerdanlığının tek zinciriyle çaldın gönlümü!
10 τί ἐκαλλιώθησαν μαστοί σου ἀδελφή μου νύμφη τί ἐκαλλιώθησαν μαστοί σου ἀπὸ οἴνου καὶ ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα τὰ ἀρώματα
Aşkın ne güzel, kızkardeşim, yavuklum, Şaraptan çok daha tatlı; Esansının kokusu her türlü baharattan güzel!
11 κηρίον ἀποστάζουσιν χείλη σου νύμφη μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου καὶ ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ Λιβάνου
Ey yavuklum, bal damlar dudaklarından, Bal ve süt var dilinin altında, Lübnan'ın kokusu geliyor giysilerinden!
12 κῆπος κεκλεισμένος ἀδελφή μου νύμφη κῆπος κεκλεισμένος πηγὴ ἐσφραγισμένη
Kapalı bahçesin sen, kızkardeşim, yavuklum, Kapalı bir kaynak, mühürlü bir pınar.
13 ἀποστολαί σου παράδεισος ῥοῶν μετὰ καρποῦ ἀκροδρύων κύπροι μετὰ νάρδων
Fidanların nar bahçesidir; Seçme meyvelerle, Kına ve hintsümbülüyle,
14 νάρδος καὶ κρόκος κάλαμος καὶ κιννάμωμον μετὰ πάντων ξύλων τοῦ Λιβάνου σμύρνα αλωθ μετὰ πάντων πρώτων μύρων
Hintsümbülü ve safranla, Güzel kokulu kamış ve tarçınla, her türlü günnük ağacıyla, Mür ve ödle, her türlü seçme baharatla.
15 πηγὴ κήπων φρέαρ ὕδατος ζῶντος καὶ ῥοιζοῦντος ἀπὸ τοῦ Λιβάνου
Sen bir bahçe pınarısın, Bir taze su kuyusu, Lübnan'dan akan bir dere.
16 ἐξεγέρθητι βορρᾶ καὶ ἔρχου νότε διάπνευσον κῆπόν μου καὶ ῥευσάτωσαν ἀρώματά μου καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ
Uyan, ey kuzey rüzgarı, Sen de gel, ey güney rüzgarı! Bahçemde es de güzel kokusu saçılsın. Sevgilim bahçesine gelsin, seçme meyvelerini yesin!