< Ἆσμα Ἀσμάτων 1 >
1 ᾆσμα ᾀσμάτων ὅ ἐστιν τῷ Σαλωμων
Το Άσμα των Ασμάτων, το του Σολομώντος.
2 φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον
Ας με φιλήση με τα φιλήματα του στόματος αυτού. Διότι η αγάπη σου είναι καλητέρα παρά τον οίνον.
3 καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα μύρον ἐκκενωθὲν ὄνομά σου διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε
Διά την ευωδίαν των καλών μύρων σου, το όνομά σου είναι μύρον εκκεχυμένον· διά τούτο αι νεάνιδες σε αγαπώσιν.
4 εἵλκυσάν σε ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν εἰσήνεγκέν με ὁ βασιλεὺς εἰς τὸ ταμίειον αὐτοῦ ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον εὐθύτης ἠγάπησέν σε
Ελκυσόν με· θέλομεν δράμει κατόπιν σου· ο βασιλεύς με εισήγαγεν εις τα ταμεία αυτού· θέλομεν αγάλλεσθαι και ευφραίνεσθαι εις σε, θέλομεν ενθυμείσθαι την αγάπην σου μάλλον παρά οίνον· οι έχοντες ευθύτητα σε αγαπώσι.
5 μέλαινά εἰμι καὶ καλή θυγατέρες Ιερουσαλημ ὡς σκηνώματα Κηδαρ ὡς δέρρεις Σαλωμων
Μέλαινα είμαι, πλην εύχαρις, θυγατέρες της Ιερουσαλήμ· ως τα σκηνώματα του Κηδάρ, ως τα παραπετάσματα του Σολομώντος.
6 μὴ βλέψητέ με ὅτι ἐγώ εἰμι μεμελανωμένη ὅτι παρέβλεψέν με ὁ ἥλιος υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα
Μη βλέπετε εις εμέ, ότι είμαι μεμελανωμένη, επειδή ο ήλιος με έκαυσεν· οι υιοί της μητρός μου ωργίσθησαν κατ' εμού· με έβαλον φύλακα εις τους αμπελώνας· τον ίδιόν μου αμπελώνα όμως δεν εφύλαξα.
7 ἀπάγγειλόν μοι ὃν ἠγάπησεν ἡ ψυχή μου ποῦ ποιμαίνεις ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ μήποτε γένωμαι ὡς περιβαλλομένη ἐπ’ ἀγέλαις ἑταίρων σου
Απάγγειλόν μοι, συ, τον οποίον αγαπά η ψυχή μου, Που ποιμαίνεις, που αναπαύεις το ποίμνιον την μεσημβρίαν· διά τι να γείνω ως περικεκαλυμμένη μεταξύ των ποιμνίων των συντρόφων σου;
8 ἐὰν μὴ γνῷς σεαυτήν ἡ καλὴ ἐν γυναιξίν ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώμασιν τῶν ποιμένων
Εάν δεν γνωρίζης τούτο αφ' εαυτής, ώραία μεταξύ των γυναικών, έξελθε συ κατόπιν εις τα ίχνη του ποιμνίου, και ποίμαινε τα ερίφιά σου πλησίον των σκηνών των βοσκών.
9 τῇ ἵππῳ μου ἐν ἅρμασιν Φαραω ὡμοίωσά σε ἡ πλησίον μου
Με τας ίππους των αμαξών του Φαραώ σε εξωμοίωσα, ηγαπημένη μου.
10 τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνες τράχηλός σου ὡς ὁρμίσκοι
Αι σιαγόνες σου είναι ώραίαι με τας σειράς των μαργαριτών, και ο τράχηλός σου με τα περιδέρραια.
11 ὁμοιώματα χρυσίου ποιήσομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου
Θέλομεν κάμει εις σε αλύσεις χρυσάς με στίγματα αργυρίου.
12 ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ
Ενόσω ο βασιλεύς κάθηται εις την τράπεζαν αυτού, ο νάρδος μου διαχέει την οσμήν αυτού.
13 ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδός μου ἐμοί ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται
Δεμάτιον σμύρνης είναι εις εμέ ο αγαπητός μου· θέλει διανυκτερεύει μεταξύ των μαστών μου.
14 βότρυς τῆς κύπρου ἀδελφιδός μου ἐμοὶ ἐν ἀμπελῶσιν Εγγαδδι
Ο αγαπητός μου είναι εις εμέ ως βότρυς κύπρινος εις τους αμπελώνας του Εν-γαδδί.
15 ἰδοὺ εἶ καλή ἡ πλησίον μου ἰδοὺ εἶ καλή ὀφθαλμοί σου περιστεραί
Ιδού, είσαι ώραία, αγαπητή μου· ιδού, είσαι ώραία· οι οφθαλμοί σου είναι ως περιστερών.
16 ἰδοὺ εἶ καλός ὁ ἀδελφιδός μου καί γε ὡραῖος πρὸς κλίνη ἡμῶν σύσκιος
Ιδού, είσαι ώραίος, αγαπητέ μου, ναι, εύχαρις· και η κλίνη ημών είναι ευθαλής.
17 δοκοὶ οἴκων ἡμῶν κέδροι φατνώματα ἡμῶν κυπάρισσοι
Αι δοκοί των οίκων ημών είναι κέδροι, τα σανιδώματα ημών εκ κυπαρίσσου.