< Ῥούθ 3 >
1 εἶπεν δὲ αὐτῇ Νωεμιν ἡ πενθερὰ αὐτῆς θύγατερ οὐ μὴ ζητήσω σοι ἀνάπαυσιν ἵνα εὖ γένηταί σοι
Και είπε προς αυτήν η Ναομί η πενθερά αυτής, Θυγάτηρ μου, να μη ζητήσω ανάπαυσιν εις σε διά να ευημερήσης;
2 καὶ νῦν οὐχὶ Βοος γνώριμος ἡμῶν οὗ ἦς μετὰ τῶν κορασίων αὐτοῦ ἰδοὺ αὐτὸς λικμᾷ τὸν ἅλωνα τῶν κριθῶν ταύτῃ τῇ νυκτί
και τώρα, μήπως δεν είναι Βοόζ εκ της συγγενείας ημών, μετά των κορασίων του οποίου ήσο; ιδού, αυτός λικμίζει ταύτην την νύκτα το αλώνιον των κριθών·
3 σὺ δὲ λούσῃ καὶ ἀλείψῃ καὶ περιθήσεις τὸν ἱματισμόν σου ἐπὶ σεαυτῇ καὶ ἀναβήσῃ ἐπὶ τὸν ἅλω μὴ γνωρισθῇς τῷ ἀνδρὶ ἕως οὗ συντελέσαι αὐτὸν πιεῖν καὶ φαγεῖν
λούσθητι λοιπόν και αλείφθητι και ενδύθητι την στολήν σου και κατάβα εις το αλώνιον· μη γνωρισθής εις τον άνθρωπον, εωσού τελειώση από του να φάγη και να πίη·
4 καὶ ἔσται ἐν τῷ κοιμηθῆναι αὐτόν καὶ γνώσῃ τὸν τόπον ὅπου κοιμᾶται ἐκεῖ καὶ ἐλεύσῃ καὶ ἀποκαλύψεις τὰ πρὸς ποδῶν αὐτοῦ καὶ κοιμηθήσῃ καὶ αὐτὸς ἀπαγγελεῖ σοι ἃ ποιήσεις
και ενώ πλαγιάζει, παρατήρησον τον τόπον όπου πλαγιάζει, και ελθούσα σήκωσον το σκέπασμα από των ποδών αυτού, και πλαγίασον· και εκείνος θέλει σοι ειπεί τι να κάμης.
5 εἶπεν δὲ Ρουθ πρὸς αὐτήν πάντα ὅσα ἐὰν εἴπῃς ποιήσω
Η δε είπε προς αυτήν, Πάντα όσα λέγεις εις εμέ, θέλω κάμει.
6 καὶ κατέβη εἰς τὸν ἅλω καὶ ἐποίησεν κατὰ πάντα ὅσα ἐνετείλατο αὐτῇ ἡ πενθερὰ αὐτῆς
Και κατέβη εις το αλώνιον και έκαμε πάντα όσα προσέταξεν εις αυτήν η πενθερά αυτής.
7 καὶ ἔφαγεν Βοος καὶ ἠγαθύνθη ἡ καρδία αὐτοῦ καὶ ἦλθεν κοιμηθῆναι ἐν μερίδι τῆς στοιβῆς ἡ δὲ ἦλθεν κρυφῇ καὶ ἀπεκάλυψεν τὰ πρὸς ποδῶν αὐτοῦ
Και αφού ο Βοόζ έφαγε και έπιε, και ευφράνη η καρδία αυτού, υπήγε να πλαγιάση εις την άκραν του σωρού του σίτου· εκείνη δε ήλθε κρυφίως και εσήκωσε ο σκέπασμα από των ποδών αυτού και επλαγίασε.
8 ἐγένετο δὲ ἐν τῷ μεσονυκτίῳ καὶ ἐξέστη ὁ ἀνὴρ καὶ ἐταράχθη καὶ ἰδοὺ γυνὴ κοιμᾶται πρὸς ποδῶν αὐτοῦ
Και προς το μεσονύκτιον εξέστη ο άνθρωπος και συνεταράχθη· και ιδού, γυνή εκοιμάτο παρά τους πόδας αυτού.
9 εἶπεν δέ τίς εἶ σύ ἡ δὲ εἶπεν ἐγώ εἰμι Ρουθ ἡ δούλη σου καὶ περιβαλεῖς τὸ πτερύγιόν σου ἐπὶ τὴν δούλην σου ὅτι ἀγχιστεὺς εἶ σύ
Και είπε, Ποία είσαι συ; Εκείνη δε απεκρίθη, Εγώ η Ρούθ η δούλη σου· άπλωσον λοιπόν την πτέρυγά σου επί την δούλην σου· διότι είσαι ο πλησιέστερος συγγενής μου.
10 καὶ εἶπεν Βοος εὐλογημένη σὺ τῷ κυρίῳ θεῷ θύγατερ ὅτι ἠγάθυνας τὸ ἔλεός σου τὸ ἔσχατον ὑπὲρ τὸ πρῶτον τὸ μὴ πορευθῆναί σε ὀπίσω νεανιῶν εἴτοι πτωχὸς εἴτοι πλούσιος
Ο δε είπεν, Ευλογημένη να ήσαι παρά Κυρίου, θύγατερ· διότι έδειξας περισσοτέραν αγαθωσύνην εσχάτως παρά πρότερον, μη υπάγουσα κατόπιν νέων, είτε πτωχών είτε πλουσίων·
11 καὶ νῦν θύγατερ μὴ φοβοῦ πάντα ὅσα ἐὰν εἴπῃς ποιήσω σοι οἶδεν γὰρ πᾶσα φυλὴ λαοῦ μου ὅτι γυνὴ δυνάμεως εἶ σύ
και τώρα, θύγατερ, μη φοβού· θέλω κάμει εις σε παν ό, τι είπης· διότι πάσα η πόλις του λαού μου εξεύρει ότι είσαι γυνή ενάρετος·
12 καὶ ὅτι ἀληθῶς ἀγχιστεὺς ἐγώ εἰμι καί γε ἔστιν ἀγχιστεὺς ἐγγίων ὑπὲρ ἐμέ
και τώρα είναι αληθές ότι εγώ είμαι στενός συγγενής· είναι όμως άλλος συγγενής πλησιέστερος εμού·
13 αὐλίσθητι τὴν νύκτα καὶ ἔσται τὸ πρωί ἐὰν ἀγχιστεύσῃ σε ἀγαθόν ἀγχιστευέτω ἐὰν δὲ μὴ βούληται ἀγχιστεῦσαί σε ἀγχιστεύσω σε ἐγώ ζῇ κύριος κοιμήθητι ἕως πρωί
μείνον ταύτην την νύκτα· και το πρωΐ εάν αυτός θέλη να εκπληρώση προς σε το χρέος το συγγενικόν, καλόν· ας το εκπληρώση· αλλ' εάν δεν θέλη να εκπληρώση προς σε το χρέος το συγγενικόν, τότε εγώ θέλω εκπληρώσει τούτο προς σε, ζη Κύριος· κοιμήθητι έως πρωΐ.
14 καὶ ἐκοιμήθη πρὸς ποδῶν αὐτοῦ ἕως πρωί ἡ δὲ ἀνέστη πρὸ τοῦ ἐπιγνῶναι ἄνδρα τὸν πλησίον αὐτοῦ καὶ εἶπεν Βοος μὴ γνωσθήτω ὅτι ἦλθεν γυνὴ εἰς τὸν ἅλωνα
Και εκοιμήθη παρά τους πόδας αυτού έως πρωΐ· και εσηκώθη πριν διακρίνη άνθρωπος άνθρωπον. Και εκείνος είπεν, Ας μη γνωρισθή ότι ήλθεν η γυνή εις το αλώνιον.
15 καὶ εἶπεν αὐτῇ φέρε τὸ περίζωμα τὸ ἐπάνω σου καὶ ἐκράτησεν αὐτό καὶ ἐμέτρησεν ἓξ κριθῶν καὶ ἐπέθηκεν ἐπ’ αὐτήν καὶ εἰσῆλθεν εἰς τὴν πόλιν
Είπε προσέτι, Φέρε το περικάλυμμα το επάνω σου και κράτει αυτό. Και εκείνη εκράτει αυτό, και αυτός εμέτρησεν εξ μέτρα κριθής και έβαλεν επ' αυτήν· και υπήγεν εις την πόλιν.
16 καὶ Ρουθ εἰσῆλθεν πρὸς τὴν πενθερὰν αὐτῆς ἡ δὲ εἶπεν τίς εἶ θύγατερ καὶ εἶπεν αὐτῇ πάντα ὅσα ἐποίησεν αὐτῇ ὁ ἀνήρ
Και ότε ήλθε προς την πενθεράν αυτής, εκείνη είπε, Τι έγεινεν εις σε, θυγάτηρ μου; Και αυτή ανήγγειλε προς αυτήν πάντα όσα έκαμεν εις αυτήν ο άνθρωπος·
17 καὶ εἶπεν αὐτῇ τὰ ἓξ τῶν κριθῶν ταῦτα ἔδωκέν μοι ὅτι εἶπεν πρός με μὴ εἰσέλθῃς κενὴ πρὸς τὴν πενθεράν σου
και είπεν, Έδωκεν εις εμέ ταύτα τα εξ μέτρα της κριθής· διότι, Δεν θέλεις υπάγει, μοι είπε, κενή προς την πενθεράν σου.
18 ἡ δὲ εἶπεν κάθου θύγατερ ἕως τοῦ ἐπιγνῶναί σε πῶς οὐ πεσεῖται ῥῆμα οὐ γὰρ μὴ ἡσυχάσῃ ὁ ἀνήρ ἕως ἂν τελέσῃ τὸ ῥῆμα σήμερον
Η δε είπε, Κάθου, θυγάτηρ μου, εωσού ίδης πως θέλει τελειώσει το πράγμα· διότι ο άνθρωπος δεν θέλει ησυχάσει, εωσού τελειώση το πράγμα σήμερον.