< Ψαλμοί 98 >

1 ψαλμὸς τῷ Δαυιδ ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν ὅτι θαυμαστὰ ἐποίησεν κύριος ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ
Ψάλατε εις τον Κύριον άσμα νέον· διότι έκαμε θαυμάσια· η δεξιά αυτού και ο βραχίων ο άγιος αυτού ενήργησαν εις αυτόν σωτηρίαν.
2 ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτοῦ ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ
Ο Κύριος έκαμε γνωστήν την σωτηρίαν αυτού· έμπροσθεν των εθνών απεκάλυψε την δικαιοσύνην αυτού.
3 ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ιακωβ καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ισραηλ εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν
Ενεθυμήθη το έλεος αυτού και την αλήθειαν αυτού προς τον οίκον του Ισραήλ· πάντα τα πέρατα της γης είδον την σωτηρίαν του Θεού ημών.
4 ἀλαλάξατε τῷ θεῷ πᾶσα ἡ γῆ ᾄσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε
Αλαλάξατε εις τον Κύριον, πάσα η γή· ευφραίνεσθε και αγάλλεσθε και ψαλμωδείτε.
5 ψάλατε τῷ κυρίῳ ἐν κιθάρᾳ ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ
Ψαλμωδείτε εις τον Κύριον εν κιθάρα· εν κιθάρα και φωνή ψαλμωδίας.
6 ἐν σάλπιγξιν ἐλαταῖς καὶ φωνῇ σάλπιγγος κερατίνης ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως κυρίου
Μετά σαλπίγγων και εν φωνή κερατίνης αλαλάξατε ενώπιον του Βασιλέως Κυρίου.
7 σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς ἡ οἰκουμένη καὶ οἱ κατοικοῦντες ἐν αὐτῇ
Ας ηχή η θάλασσα και το πλήρωμα αυτής· η οικουμένη και οι κατοικούντες εν αυτή.
8 ποταμοὶ κροτήσουσιν χειρὶ ἐπὶ τὸ αὐτό τὰ ὄρη ἀγαλλιάσονται
Οι ποταμοί ας κροτώσι χείρας, τα όρη ας αγάλλωνται ομού,
9 ὅτι ἥκει κρῖναι τὴν γῆν κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι
ενώπιον του Κυρίου· διότι έρχεται διά να κρίνη την γήν· θέλει κρίνει την οικουμένην εν δικαιοσύνη και τους λαούς εν ευθύτητι.

< Ψαλμοί 98 >