< Ψαλμοί 93 >

1 εἰς τὴν ἡμέραν τοῦ προσαββάτου ὅτε κατῴκισται ἡ γῆ αἶνος ᾠδῆς τῷ Δαυιδ ὁ κύριος ἐβασίλευσεν εὐπρέπειαν ἐνεδύσατο ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην ἥτις οὐ σαλευθήσεται
יהוה מלך גאות לבש לבש יהוה עז התאזר אף-תכון תבל בל-תמוט
2 ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε ἀπὸ τοῦ αἰῶνος σὺ εἶ
נכון כסאך מאז מעולם אתה
3 ἐπῆραν οἱ ποταμοί κύριε ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν
נשאו נהרות יהוה--נשאו נהרות קולם ישאו נהרות דכים
4 ἀπὸ φωνῶν ὑδάτων πολλῶν θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης θαυμαστὸς ἐν ὑψηλοῖς ὁ κύριος
מקלות מים רבים--אדירים משברי-ים אדיר במרום יהוה
5 τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα κύριε εἰς μακρότητα ἡμερῶν
עדתיך נאמנו מאד--לביתך נאוה-קדש יהוה לארך ימים

< Ψαλμοί 93 >