< Ψαλμοί 9 >
1 εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ ψαλμὸς τῷ Δαυιδ ἐξομολογήσομαί σοι κύριε ἐν ὅλῃ καρδίᾳ μου διηγήσομαι πάντα τὰ θαυμάσιά σου
大卫的诗,交与伶长。调用慕拉便。 我要一心称谢耶和华; 我要传扬你一切奇妙的作为。
2 εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί ψαλῶ τῷ ὀνόματί σου ὕψιστε
我要因你欢喜快乐; 至高者啊,我要歌颂你的名!
3 ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω ἀσθενήσουσιν καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου
我的仇敌转身退去的时候, 他们一见你的面就跌倒灭亡。
4 ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην
因你已经为我伸冤,为我辨屈; 你坐在宝座上,按公义审判。
5 ἐπετίμησας ἔθνεσιν καὶ ἀπώλετο ὁ ἀσεβής τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
你曾斥责外邦,你曾灭绝恶人; 你曾涂抹他们的名,直到永永远远。
6 τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος καὶ πόλεις καθεῖλες ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετ’ ἤχους
仇敌到了尽头; 他们被毁坏,直到永远。 你拆毁他们的城邑, 连他们的名号都归于无有。
7 καὶ ὁ κύριος εἰς τὸν αἰῶνα μένει ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ
惟耶和华坐着为王,直到永远; 他已经为审判设摆他的宝座。
8 καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ κρινεῖ λαοὺς ἐν εὐθύτητι
他要按公义审判世界, 按正直判断万民。
9 καὶ ἐγένετο κύριος καταφυγὴ τῷ πένητι βοηθὸς ἐν εὐκαιρίαις ἐν θλίψει
耶和华又要给受欺压的人作高台, 在患难的时候作高台。
10 καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε κύριε
耶和华啊,认识你名的人要倚靠你, 因你没有离弃寻求你的人。
11 ψάλατε τῷ κυρίῳ τῷ κατοικοῦντι ἐν Σιων ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἐπιτηδεύματα αὐτοῦ
应当歌颂居锡安的耶和华, 将他所行的传扬在众民中。
12 ὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων
因为那追讨流人血之罪的—他记念受屈的人, 不忘记困苦人的哀求。
13 ἐλέησόν με κύριε ἰδὲ τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου
耶和华啊,你是从死门把我提拔起来的; 求你怜恤我,看那恨我的人所加给我的苦难,
14 ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιων ἀγαλλιάσομαι ἐπὶ τῷ σωτηρίῳ σου
好叫我述说你一切的美德; 我必在锡安城的门因你的救恩欢乐。
15 ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν συνελήμφθη ὁ ποὺς αὐτῶν
外邦人陷在自己所掘的坑中; 他们的脚在自己暗设的网罗里缠住了。
16 γινώσκεται κύριος κρίματα ποιῶν ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήμφθη ὁ ἁμαρτωλός ᾠδὴ διαψάλματος
耶和华已将自己显明了,他已施行审判; 恶人被自己手所做的缠住了。 (细拉)
17 ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ θεοῦ (Sheol )
恶人,就是忘记 神的外邦人, 都必归到阴间。 (Sheol )
18 ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα
穷乏人必不永久被忘; 困苦人的指望必不永远落空。
19 ἀνάστηθι κύριε μὴ κραταιούσθω ἄνθρωπος κριθήτωσαν ἔθνη ἐνώπιόν σου
耶和华啊,求你起来,不容人得胜! 愿外邦人在你面前受审判!
20 κατάστησον κύριε νομοθέτην ἐπ’ αὐτούς γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν διάψαλμα
耶和华啊,求你使外邦人恐惧; 愿他们知道自己不过是人。 (细拉)