< Ψαλμοί 88 >
1 ᾠδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορε εἰς τὸ τέλος ὑπὲρ μαελεθ τοῦ ἀποκριθῆναι συνέσεως Αιμαν τῷ Ισραηλίτῃ κύριε ὁ θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου
«Ωιδή ψαλμού διά τους υιούς Κορέ, εις τον πρώτον μουσικόν, επί Μαχαλάθ-λεανώθ, Μασχίλ του Αιμάν του Εζραΐτου.» Κύριε ο Θεός της σωτηρίας μου, ημέραν και νύκτα έκραξα ενώπιόν σου·
2 εἰσελθάτω ἐνώπιόν σου ἡ προσευχή μου κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου κύριε
Ας έλθη ενώπιόν σου η προσευχή μου· κλίνον το ωτίον σου εις την κραυγήν μου·
3 ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισεν (Sheol )
Διότι ενεπλήσθη κακών η ψυχή μου, και η ζωή μου πλησιάζει εις τον άδην. (Sheol )
4 προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος
Συγκατηριθμήθην μετά των καταβαινόντων εις τον λάκκον· έγεινα ως άνθρωπος μη έχων δύναμιν·
5 ὡσεὶ τραυματίαι ἐρριμμένοι καθεύδοντες ἐν τάφῳ ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν
εγκαταλελειμμένος μεταξύ των νεκρών, ως οι πεφονευμένοι, κοιτώμενοι εν τω τάφω, τους οποίους δεν ενθυμείσαι πλέον, και οίτινες απεκόπησαν από της χειρός σου.
6 ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου
Μ' έβαλες εις τον κατώτατον λάκκον, εις το σκότος, εις τα βάθη.
7 ἐπ’ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπ’ ἐμὲ ἐπήγαγες διάψαλμα
Επ' εμέ επεστηρίχθη ο θυμός σου, και πάντα τα κύματά σου επέφερες επ' εμέ. Διάψαλμα.
8 ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ’ ἐμοῦ ἔθεντό με βδέλυγμα ἑαυτοῖς παρεδόθην καὶ οὐκ ἐξεπορευόμην
Εμάκρυνας τους γνωστούς μου απ' εμού· με έκαμες βδέλυγμα προς αυτούς· απεκλείσθην και δεν δύναμαι να εξέλθω.
9 οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας ἐκέκραξα πρὸς σέ κύριε ὅλην τὴν ἡμέραν διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου
Ο οφθαλμός μου ητόνησεν από της θλίψεως· σε επεκαλέσθην, Κύριε, όλην την ημέραν· ήπλωσα προς σε τας χείρας μου.
10 μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια ἢ ἰατροὶ ἀναστήσουσιν καὶ ἐξομολογήσονταί σοι
Μήπως εις τους νεκρούς θέλεις κάμει θαυμάσια; ή οι τεθνεώτες θέλουσι σηκωθή και θέλουσι σε αινέσει; Διάψαλμα.
11 μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ
Μήπως εν τω τάφω θέλουσι διηγείσθαι το έλεός σου ή την αλήθειάν σου εν τη φθορά;
12 μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ
Μήπως θέλουσι γνωρισθή εν τω σκότει τα θαυμάσιά σου και η δικαιοσύνη σου εν τω τόπω της λήθης.
13 κἀγὼ πρὸς σέ κύριε ἐκέκραξα καὶ τὸ πρωὶ ἡ προσευχή μου προφθάσει σε
Αλλ' εγώ προς σε, Κύριε, έκραξα· και το πρωΐ η προσευχή μου θέλει σε προφθάσει.
14 ἵνα τί κύριε ἀπωθεῖς τὴν ψυχήν μου ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ
Διά τι, Κύριε, απορρίπτεις την ψυχήν μου, αποκρύπτεις το πρόσωπόν σου απ' εμού;
15 πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην
Είμαι τεθλιμμένος και ψυχομαχών εκ νεότητος· δοκιμάζω τους φόβους σου και ευρίσκομαι εν αμηχανία.
16 ἐπ’ ἐμὲ διῆλθον αἱ ὀργαί σου καὶ οἱ φοβερισμοί σου ἐξετάραξάν με
Επ' εμέ διήλθον αι οργαί σου· οι τρόμοι σου με εφάνισαν.
17 ἐκύκλωσάν με ὡς ὕδωρ ὅλην τὴν ἡμέραν περιέσχον με ἅμα
Ως ύδατα με περιετριγύρισαν όλην την ημέραν· ομού με περιεκύκλωσαν.
18 ἐμάκρυνας ἀπ’ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας
Απεμάκρυνας απ' εμού τον αγαπητόν και τον φίλον· οι γνωστοί μου είναι αφανείς.