< Ψαλμοί 86 >
1 προσευχὴ τῷ Δαυιδ κλῖνον κύριε τὸ οὖς σου καὶ ἐπάκουσόν μου ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ
大卫的祈祷。 耶和华啊,求你侧耳应允我, 因我是困苦穷乏的。
2 φύλαξον τὴν ψυχήν μου ὅτι ὅσιός εἰμι σῶσον τὸν δοῦλόν σου ὁ θεός μου τὸν ἐλπίζοντα ἐπὶ σέ
求你保存我的性命,因我是虔诚人。 我的 神啊,求你拯救这倚靠你的仆人!
3 ἐλέησόν με κύριε ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν
主啊,求你怜悯我, 因我终日求告你。
4 εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου ὅτι πρὸς σέ κύριε ἦρα τὴν ψυχήν μου
主啊,求你使仆人心里欢喜, 因为我的心仰望你。
5 ὅτι σύ κύριε χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε
主啊,你本为良善,乐意饶恕人, 有丰盛的慈爱赐给凡求告你的人。
6 ἐνώτισαι κύριε τὴν προσευχήν μου καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου
耶和华啊,求你留心听我的祷告, 垂听我恳求的声音。
7 ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σέ ὅτι εἰσήκουσάς μου
我在患难之日要求告你, 因为你必应允我。
8 οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς κύριε καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου
主啊,诸神之中没有可比你的; 你的作为也无可比。
9 πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου κύριε καὶ δοξάσουσιν τὸ ὄνομά σου
主啊,你所造的万民都要来敬拜你; 他们也要荣耀你的名。
10 ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια σὺ εἶ ὁ θεὸς μόνος ὁ μέγας
因你为大,且行奇妙的事; 惟独你是 神。
11 ὁδήγησόν με κύριε τῇ ὁδῷ σου καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου
耶和华啊,求你将你的道指教我; 我要照你的真理行; 求你使我专心敬畏你的名!
12 ἐξομολογήσομαί σοι κύριε ὁ θεός μου ἐν ὅλῃ καρδίᾳ μου καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα
主—我的 神啊,我要一心称赞你; 我要荣耀你的名,直到永远。
13 ὅτι τὸ ἔλεός σου μέγα ἐπ’ ἐμὲ καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου (Sheol )
因为,你向我发的慈爱是大的; 你救了我的灵魂免入极深的阴间。 (Sheol )
14 ὁ θεός παράνομοι ἐπανέστησαν ἐπ’ ἐμέ καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν
神啊,骄傲的人起来攻击我, 又有一党强横的人寻索我的命; 他们没有将你放在眼中。
15 καὶ σύ κύριε ὁ θεός οἰκτίρμων καὶ ἐλεήμων μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός
主啊,你是有怜悯有恩典的 神, 不轻易发怒,并有丰盛的慈爱和诚实。
16 ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με δὸς τὸ κράτος σου τῷ παιδί σου καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου
求你向我转脸,怜恤我, 将你的力量赐给仆人,救你婢女的儿子。
17 ποίησον μετ’ ἐμοῦ σημεῖον εἰς ἀγαθόν καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν ὅτι σύ κύριε ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με
求你向我显出恩待我的凭据, 叫恨我的人看见便羞愧, 因为你—耶和华帮助我,安慰我。