< Ψαλμοί 83 >

1 ᾠδὴ ψαλμοῦ τῷ Ασαφ ὁ θεός τίς ὁμοιωθήσεταί σοι μὴ σιγήσῃς μηδὲ καταπραΰνῃς ὁ θεός
[A song. A Psalm by Asaph.] God, do not be silent. Do not be deaf, and do not be inactive, God.
2 ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν
For, look, your enemies make an uproar. Those who hate you are hostile.
3 ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου
They devise crafty plans against your people, and conspire together against your treasured ones.
4 εἶπαν δεῦτε καὶ ἐξολεθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ισραηλ ἔτι
They say, "Come, and let us annihilate them as a nation; let the name of Israel may be remembered no more."
5 ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό κατὰ σοῦ διαθήκην διέθεντο
For they plot a unified strategy; they make a covenant against you;
6 τὰ σκηνώματα τῶν Ιδουμαίων καὶ οἱ Ισμαηλῖται Μωαβ καὶ οἱ Αγαρηνοί
the tents of Edom and the Ishmaelites, Moab, and the Hagrites,
7 Γεβαλ καὶ Αμμων καὶ Αμαληκ καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον
Gebal, Ammon, and Amalek, Philistia with the inhabitants of Tyre.
8 καὶ γὰρ καὶ Ασσουρ συμπαρεγένετο μετ’ αὐτῶν ἐγενήθησαν εἰς ἀντίλημψιν τοῖς υἱοῖς Λωτ διάψαλμα
Assyria too is joined with them; they lend support to the descendants of Lot. (Selah)
9 ποίησον αὐτοῖς ὡς τῇ Μαδιαμ καὶ τῷ Σισαρα ὡς ὁ Ιαβιν ἐν τῷ χειμάρρῳ Κισων
Do to them as you did to Midian, as to Sisera, as to Jabin at the Kishon River,
10 ἐξωλεθρεύθησαν ἐν Αενδωρ ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ
who were destroyed at Endor, who became manure for the ground.
11 θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ωρηβ καὶ Ζηβ καὶ Ζεβεε καὶ Σαλμανα πάντας τοὺς ἄρχοντας αὐτῶν
Make their nobles like Oreb and Zeeb, all their princes like Zebah and Zalmunna,
12 οἵτινες εἶπαν κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ θεοῦ
who said, "Let us take possession for ourselves the pastures of God."
13 ὁ θεός μου θοῦ αὐτοὺς ὡς τροχόν ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου
My God, make them like tumbleweed; like dead weeds blown by the wind.
14 ὡσεὶ πῦρ ὃ διαφλέξει δρυμόν ὡς εἰ φλὸξ κατακαύσαι ὄρη
Like a fire that consumes a forest, and like the flames that consume the mountains,
15 οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου καὶ ἐν τῇ ὀργῇ σου ταράξεις αὐτούς
so pursue them with your gale winds, and terrify them with your storm.
16 πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας καὶ ζητήσουσιν τὸ ὄνομά σου κύριε
Cover their faces with shame, so that they might seek your name, YHWH.
17 αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν
Let them be put to shame and terrified forever; let them perish in disgrace,
18 καὶ γνώτωσαν ὅτι ὄνομά σοι κύριος σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν
that they will know that you alone, whose name is YHWH, are the Most High over all the earth.

< Ψαλμοί 83 >