< Ψαλμοί 81 >

1 εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν τῷ Ασαφ ψαλμός ἀγαλλιᾶσθε τῷ θεῷ τῷ βοηθῷ ἡμῶν ἀλαλάξατε τῷ θεῷ Ιακωβ
詠【慶節的歌詠】阿撒夫的詩歌,交與樂官。調寄「加特」。 請眾向助佑我們的天主歌舞,向雅各伯的天主歡呼。
2 λάβετε ψαλμὸν καὶ δότε τύμπανον ψαλτήριον τερπνὸν μετὰ κιθάρας
請眾高唱新歌,手擊鐃鼓,和彈琴瑟,奏悅耳的樂譜。
3 σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν
在月朔之日和月圓之夜,在我們的慶節,吹起號角,
4 ὅτι πρόσταγμα τῷ Ισραηλ ἐστὶν καὶ κρίμα τῷ θεῷ Ιακωβ
因為這是以色列的規定,是雅各伯的天主誡命,
5 μαρτύριον ἐν τῷ Ιωσηφ ἔθετο αὐτὸν ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν
當他出擊埃及國時,給若瑟立了這法規。我聽到從未聽的諾言:
6 ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν
我救他的肩脫離重擔,又使他的手放下筐籃。
7 ἐν θλίψει ἐπεκαλέσω με καὶ ἐρρυσάμην σε ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας διάψαλμα
您在患難中呼喊,我救了你,從雷鳴雲彩中,我答應你;在默黎巴,我試探了你。
8 ἄκουσον λαός μου καὶ διαμαρτύρομαί σοι Ισραηλ ἐὰν ἀκούσῃς μου
請聽,我的百姓,我要警告你!以色列!恨不得你能聽從我:
9 οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ
在您中間不應有別的神,千萬不可崇拜邦的神!
10 ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου πλάτυνον τὸ στόμα σου καὶ πληρώσω αὐτό
我是上主,我是你的天主,是我由埃及國將你領出,你張開口,我要使你滿足。
11 καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου καὶ Ισραηλ οὐ προσέσχεν μοι
可惜我的百姓沒有您的呼聲,以色列人也沒有服從我的命令。
12 καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν
因此,我就任憑他們的心靈頑硬,讓他們隨的私意而行。
13 εἰ ὁ λαός μου ἤκουσέν μου Ισραηλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη
如果我的聽了我的命令,以色列人隨從我的道路而行,
14 ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον τὴν χεῖρά μου
立刻就會壓迫他們的敵人,轉過手打擊難為他們的仇人。
15 οἱ ἐχθροὶ κυρίου ἐψεύσαντο αὐτῷ καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα
仇恨上主的人必來向他們歸順,仇人的厄運從此要永久常存。
16 καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς
但我要以麥子的精華養育選民,以石中的蜂蜜飽享他們。

< Ψαλμοί 81 >