< Ψαλμοί 76 >
1 εἰς τὸ τέλος ἐν ὕμνοις ψαλμὸς τῷ Ασαφ ᾠδὴ πρὸς τὸν Ἀσσύριον γνωστὸς ἐν τῇ Ιουδαίᾳ ὁ θεός ἐν τῷ Ισραηλ μέγα τὸ ὄνομα αὐτοῦ
聖歌隊の指揮者によって琴にあわせてうたわせたアサフの歌、さんび 神はユダに知られ、そのみ名はイスラエルにおいて偉大である。
2 καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιων
その幕屋はサレムにあり、そのすまいはシオンにある。
3 ἐκεῖ συνέτριψεν τὰ κράτη τῶν τόξων ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον διάψαλμα
かしこで神は弓の火矢を折り、盾とつるぎと戦いの武器をこわされた。 (セラ)
4 φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων
あなたは永久の山々にまさって光栄あり、威厳がある。
5 ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν
雄々しい者はかすめられ、彼らは眠りに沈み、いくさびとは皆その手を施すことができなかった。
6 ἀπὸ ἐπιτιμήσεώς σου ὁ θεὸς Ιακωβ ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους
ヤコブの神よ、あなたのとがめによって、乗り手と馬とは深い眠りに陥った。
7 σὺ φοβερὸς εἶ καὶ τίς ἀντιστήσεταί σοι ἀπὸ τότε ἡ ὀργή σου
しかし、あなたこそは恐るべき方である。あなたが怒りを発せられるとき、だれがみ前に立つことができよう。
8 ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν γῆ ἐφοβήθη καὶ ἡσύχασεν
9 ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν θεὸν τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς διάψαλμα
あなたは天からさばきを仰せられた。神が地のしえたげられた者を救うために、さばきに立たれたとき、地は恐れて、沈黙した。 (セラ)
10 ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι
まことに人の怒りはあなたをほめたたえる。怒りの余りをあなたは帯とされる。
11 εὔξασθε καὶ ἀπόδοτε κυρίῳ τῷ θεῷ ὑμῶν πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσιν δῶρα
あなたがたの神、主に誓いを立てて、それを償え。その周囲のすべての者は恐るべき主に贈り物をささげよ。
12 τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς
主はもろもろの君たちのいのちを断たれる。主は地の王たちの恐るべき者である。