< Ψαλμοί 67 >
1 εἰς τὸ τέλος ἐν ὕμνοις ψαλμὸς ᾠδῆς ὁ θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς διάψαλμα
«Εις τον πρώτον μουσικόν, επί Νεγινώθ. Ψαλμός ωδής.» Ο Θεός να σπλαγχνισθή ημάς και να ευλογήση ημάς να επιφάνη το πρόσωπόν αυτού εφ' ημάς Διάψαλμα.
2 τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου ἐν πᾶσιν ἔθνεσιν τὸ σωτήριόν σου
Διά να γνωρισθή εν τη γη η οδός σου, εν πάσι τοις έθνεσιν η σωτηρία σου.
3 ἐξομολογησάσθωσάν σοι λαοί ὁ θεός ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες
Ας σε υμνώσιν οι λαοί, Θεέ· ας σε υμνώσι πάντες οι λαοί.
4 εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις διάψαλμα
Ας ευφρανθώσι και ας αλαλάξωσι τα έθνη· διότι θέλεις κρίνει τους λαούς εν ευθύτητι και τα έθνη εν τη γη θέλεις οδηγήσει. Διάψαλμα.
5 ἐξομολογησάσθωσάν σοι λαοί ὁ θεός ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες
Ας σε υμνώσιν οι λαοί, Θεέ, ας σε υμνώσι πάντες οι λαοί.
6 γῆ ἔδωκεν τὸν καρπὸν αὐτῆς εὐλογήσαι ἡμᾶς ὁ θεὸς ὁ θεὸς ἡμῶν
Η γη θέλει δίδει τον καρπόν αυτής· θέλει μας ευλογήσει ο Θεός, ο Θεός ημών.
7 εὐλογήσαι ἡμᾶς ὁ θεός καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς
Θέλει μας ευλογήσει ο Θεός, και θέλουσι φοβηθή αυτόν πάντα τα πέρατα της γης.