< Ψαλμοί 66 >
1 εἰς τὸ τέλος ᾠδὴ ψαλμοῦ ἀναστάσεως ἀλαλάξατε τῷ θεῷ πᾶσα ἡ γῆ
«Εις τον πρώτον μουσικόν. Ωιδή ψαλμού.» Αλαλάξατε εις τον Θεόν, πάσα η γη.
2 ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ δότε δόξαν αἰνέσει αὐτοῦ
Ψάλατε την δόξαν του ονόματος αυτού· κάμετε ένδοξον τον ύμνον αυτού.
3 εἴπατε τῷ θεῷ ὡς φοβερὰ τὰ ἔργα σου ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου
Είπατε προς τον Θεόν, Πόσον είναι φοβερά τα έργα σου διά το μέγεθος της δυνάμεώς σου, υποκρίνονται υποταγήν εις σε οι εχθροί σου.
4 πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι ψαλάτωσαν τῷ ὀνόματί σου διάψαλμα
Πάσα η γη θέλει σε προσκυνεί και ψαλμωδεί εις σέ· θέλουσι ψαλμωδεί το όνομά σου. Διάψαλμα.
5 δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων
Έλθετε και ιδέτε τα έργα του Θεού· είναι φοβερός εις τας πράξεις προς τους υιούς των ανθρώπων.
6 ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν ἐν ποταμῷ διελεύσονται ποδί ἐκεῖ εὐφρανθησόμεθα ἐπ’ αὐτῷ
Μετέβαλε την θάλασσαν εις ξηράν· πεζοί διέβησαν διά του ποταμού· εκεί ευφράνθημεν εις αυτόν.
7 τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς διάψαλμα
Διά της δυνάμεως αυτού δεσπόζει εις τον αιώνα· οι οφθαλμοί αυτού επιβλέπουσιν επί τα έθνη· οι αποστάται ας μη υψόνωσιν εαυτούς. Διάψαλμα.
8 εὐλογεῖτε ἔθνη τὸν θεὸν ἡμῶν καὶ ἀκουτίσασθε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ
Ευλογείτε, λαοί, τον Θεόν ημών, και κάμετε να ακουσθή η φωνή της αινέσεως αυτού·
9 τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου
όστις διαφυλάττει εν ζωή την ψυχήν ημών και δεν αφίνει να κλονίζωνται οι πόδες ημών.
10 ὅτι ἐδοκίμασας ἡμᾶς ὁ θεός ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον
Διότι συ ηρεύνησας ημάς, Θεέ· εδοκίμασας ημάς, ως δοκιμάζεται το αργύριον.
11 εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν
Ενέβαλες ημάς εις το δίκτυον· έθεσας βαρύ φορτίον επί τα νώτα ημών.
12 ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν διήλθομεν διὰ πυρὸς καὶ ὕδατος καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν
Επεβίβασας ανθρώπους επί τας κεφαλάς ημών· διήλθομεν διά πυρός και ύδατος· και εξήγαγες ημάς εις αναψυχήν.
13 εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν ἀποδώσω σοι τὰς εὐχάς μου
Θέλω εισέλθει εις τον οίκόν σου με ολοκαυτώματα· θέλω σοι αποδώσει τας ευχάς μου,
14 ἃς διέστειλεν τὰ χείλη μου καὶ ἐλάλησεν τὸ στόμα μου ἐν τῇ θλίψει μου
τας οποίας επρόφεραν τα χείλη μου, και ελάλησε το στόμα μου, εν τη θλίψει μου.
15 ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι μετὰ θυμιάματος καὶ κριῶν ποιήσω σοι βόας μετὰ χιμάρων διάψαλμα
Παχέα ολοκαυτώματα κριών θέλω σοι προσφέρει μετά θυμιάματος· θέλω προσφέρει βόας μετά τράγων. Διάψαλμα.
16 δεῦτε ἀκούσατε καὶ διηγήσομαι πάντες οἱ φοβούμενοι τὸν θεόν ὅσα ἐποίησεν τῇ ψυχῇ μου
Έλθετε, ακούσατε, πάντες οι φοβούμενοι τον Θεόν· και θέλω διηγηθή όσα έκαμεν εις την ψυχήν μου.
17 πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου
Προς αυτόν εβόησα διά του στόματός μου, και υψώθη διά της γλώσσης μου.
18 ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου μὴ εἰσακουσάτω κύριος
Εάν εθεώρουν αδικίαν εν τη καρδία μου, ο Κύριος δεν ήθελεν ακούσει·
19 διὰ τοῦτο εἰσήκουσέν μου ὁ θεός προσέσχεν τῇ φωνῇ τῆς δεήσεώς μου
αλλ' ο Θεός βεβαίως εισήκουσεν· επρόσεξεν εις την φωνήν της προσευχής μου.
20 εὐλογητὸς ὁ θεός ὃς οὐκ ἀπέστησεν τὴν προσευχήν μου καὶ τὸ ἔλεος αὐτοῦ ἀπ’ ἐμοῦ
Ευλογητός ο Θεός, όστις δεν απεμάκρυνε την προσευχήν μου και το έλεος αυτού απ' εμού.