< Ψαλμοί 64 >

1 εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ εἰσάκουσον ὁ θεός τῆς φωνῆς μου ἐν τῷ δέεσθαί με ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου
For the Chief Musician. A Psalm by David. Hear my voice, God, in my complaint. Preserve my life from fear of the enemy.
2 ἐσκέπασάς με ἀπὸ συστροφῆς πονηρευομένων ἀπὸ πλήθους ἐργαζομένων τὴν ἀνομίαν
Hide me from the conspiracy of the wicked, from the noisy crowd of the ones doing evil;
3 οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν ἐνέτειναν τόξον αὐτῶν πρᾶγμα πικρὸν
who sharpen their tongue like a sword, and aim their arrows, deadly words,
4 τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον ἐξάπινα κατατοξεύσουσιν αὐτὸν καὶ οὐ φοβηθήσονται
to shoot innocent men from ambushes. They shoot at him suddenly and fearlessly.
5 ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν διηγήσαντο τοῦ κρύψαι παγίδας εἶπαν τίς ὄψεται αὐτούς
They encourage themselves in evil plans. They talk about laying snares secretly. They say, “Who will see them?”
6 ἐξηρεύνησαν ἀνομίας ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσει προσελεύσεται ἄνθρωπος καὶ καρδία βαθεῖα
They plot injustice, saying, “We have made a perfect plan!” Surely man’s mind and heart are cunning.
7 καὶ ὑψωθήσεται ὁ θεός βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν
But God will shoot at them. They will be suddenly struck down with an arrow.
8 καὶ ἐξησθένησαν ἐπ’ αὐτοὺς αἱ γλῶσσαι αὐτῶν ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτούς
Their own tongues shall ruin them. All who see them will shake their heads.
9 καὶ ἐφοβήθη πᾶς ἄνθρωπος καὶ ἀνήγγειλαν τὰ ἔργα τοῦ θεοῦ καὶ τὰ ποιήματα αὐτοῦ συνῆκαν
All mankind shall be afraid. They shall declare the work of God, and shall wisely ponder what he has done.
10 εὐφρανθήσεται δίκαιος ἐπὶ τῷ κυρίῳ καὶ ἐλπιεῖ ἐπ’ αὐτόν καὶ ἐπαινεσθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ
The righteous shall be glad in the LORD, and shall take refuge in him. All the upright in heart shall praise him!

< Ψαλμοί 64 >