< Ψαλμοί 63 >

1 ψαλμὸς τῷ Δαυιδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ιουδαίας ὁ θεὸς ὁ θεός μου πρὸς σὲ ὀρθρίζω ἐδίψησέν σοι ἡ ψυχή μου ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ
達味詩歌,作於飄流在猶大曠野時。 天主,您是我的天主,我急切祈求您;我的靈魂渴慕您,我的肉身切望您,我有如一塊乾旱涸竭的無水田地。
2 οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου
我在聖殿裏瞻仰過您,為看到您的威能和您的光輝;
3 ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς τὰ χείλη μου ἐπαινέσουσίν σε
您的慈愛比生命更為寶貴,我的唇舌要時常稱頌您。
4 οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου
我要一生一世讚美您,我要因您的名把手舉起!
5 ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου
我的心靈好像飽享了膏脂,我要以歡愉的口唇讚美您。
6 εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ
我在床上想起了您,徹夜不眠地默想著您。
7 ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι
因為您作了我的助佑,我要在您的羽翼下歡舞。
8 ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου
我的心靈緊緊追隨您,您的右手常常扶持著我。
9 αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς
那些謀圖陷害我命的人,必將墜落在地下的深層;
10 παραδοθήσονται εἰς χεῖρας ῥομφαίας μερίδες ἀλωπέκων ἔσονται
他們必為刀劍所殺死,也必然為野犬所分食。
11 ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ θεῷ ἐπαινεσθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα
但是君王必要因天主而喜慶;凡以天主宣誓的人,必要自幸,因為說謊的口,必要瘖啞失聲。

< Ψαλμοί 63 >