< Ψαλμοί 59 >
1 εἰς τὸ τέλος μὴ διαφθείρῃς τῷ Δαυιδ εἰς στηλογραφίαν ὁπότε ἀπέστειλεν Σαουλ καὶ ἐφύλαξεν τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου ὁ θεός καὶ ἐκ τῶν ἐπανιστανομένων ἐπ’ ἐμὲ λύτρωσαί με
達味金詩,交與樂官。調寄「莫要毀壞」。 我主,求你由我的仇敵中,救我免難,求你從攻擊我者中,使戈脫險;
2 ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με
求你救我脫離為非作歹的人,求你救我脫離好流人血的人。
3 ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου ἐπέθεντο ἐπ’ ἐμὲ κραταιοί οὔτε ἡ ἀνομία μου οὔτε ἡ ἁμαρτία μου κύριε
上主,你看,我雖然沒有作過惡,沒有犯過罪,但強橫人為害我的性命,卻群起與我作對。
4 ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυναν ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἰδέ
我雖然無辜,他們卻跑來挑戰,求你醒來扶助我,且予以察看。
5 καὶ σύ κύριε ὁ θεὸς τῶν δυνάμεων ὁ θεὸς Ισραηλ πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη μὴ οἰκτιρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν διάψαλμα
因為你是上主,萬軍的天主,以色列的天主,醒來嚴罰這些群眾,別恩待這些背信的惡徒。
6 ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσιν πόλιν
他們晚上歸來,狂吠如犬,他們環繞城池,四周圍轉。
7 ἰδοὺ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν ὅτι τίς ἤκουσεν
看,他們的唇舌宛如利劍,且滿口傲慢說:有誰聽見?
8 καὶ σύ κύριε ἐκγελάσῃ αὐτούς ἐξουδενώσεις πάντα τὰ ἔθνη
但是你,上主,你必嘲笑他們,你必譏諷這般異民。
9 τὸ κράτος μου πρὸς σὲ φυλάξω ὅτι ὁ θεὸς ἀντιλήμπτωρ μου εἶ
我的力量,我只有仰望於你,因為你是天主,是我的堡壘。
10 ὁ θεός μου τὸ ἔλεος αὐτοῦ προφθάσει με ὁ θεὸς δείξει μοι ἐν τοῖς ἐχθροῖς μου
願那愛我的天主援助我,使我因仇敵失敗而歡樂!
11 μὴ ἀποκτείνῃς αὐτούς μήποτε ἐπιλάθωνται τοῦ λαοῦ μου διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου καὶ κατάγαγε αὐτούς ὁ ὑπερασπιστής μου κύριε
天主,求你擊殺他們,免得侵犯我的人民;上主,我的謢盾,你以強力制服他們。
12 ἁμαρτίαν στόματος αὐτῶν λόγον χειλέων αὐτῶν καὶ συλλημφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται συντέλειαι
他們口唇所說的話語:就是他們口舌的罪過,他們因自己的驕傲咒罵與謊言,自陷網羅!
13 ἐν ὀργῇ συντελείας καὶ οὐ μὴ ὑπάρξωσιν καὶ γνώσονται ὅτι ὁ θεὸς δεσπόζει τοῦ Ιακωβ τῶν περάτων τῆς γῆς διάψαλμα
求你發怒滅絕他們,滅絕他們無一存立,使人知道:天主在雅各伯為王直達地極。
14 ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσιν πόλιν
他們晚上歸來,狂吠如犬,他們環繞城池,四周圍轉。
15 αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν ἐὰν δὲ μὴ χορτασθῶσιν καὶ γογγύσουσιν
他們到處遊蕩,覓食餬口。若不得飽食,便狂吠不休。
16 ἐγὼ δὲ ᾄσομαι τῇ δυνάμει σου καὶ ἀγαλλιάσομαι τὸ πρωὶ τὸ ἔλεός σου ὅτι ἐγενήθης ἀντιλήμπτωρ μου καὶ καταφυγὴ ἐν ἡμέρᾳ θλίψεώς μου
但是我要稱你的威能,每日清晨歡呼你的寬仁,因為只有你是我的碉堡,是我困厄時日的避難所。
17 βοηθός μου σοὶ ψαλῶ ὅτι ὁ θεός ἀντιλήμπτωρ μου εἶ ὁ θεός μου τὸ ἔλεός μου
我的力量,我只有向你歡唱,因為只有你是天主,是我的保障。你是我的天主,你對我慈祥。