< Ψαλμοί 57 >
1 εἰς τὸ τέλος μὴ διαφθείρῃς τῷ Δαυιδ εἰς στηλογραφίαν ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαουλ εἰς τὸ σπήλαιον ἐλέησόν με ὁ θεός ἐλέησόν με ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ ἕως οὗ παρέλθῃ ἡ ἀνομία
達味金詩,交與樂官,作於逃入洞中躲避撒烏耳時。調寄「莫要毀壞」。 求你憐憫我,天主,求你憐憫我,求你憐憫我,因為我的靈魂,一心向你投靠,投靠到你翅翼的蔭庇下,等待一切凶禍過去才罷。
2 κεκράξομαι πρὸς τὸν θεὸν τὸν ὕψιστον τὸν θεὸν τὸν εὐεργετήσαντά με
我誠心向至高者呼求,向施惠於我的天主求助;
3 ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέν με ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με διάψαλμα ἐξαπέστειλεν ὁ θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ
願天主自天賜下慈愛,並賜下忠實恩惠援助我,卻對追趕我的人加以凌嗤。
4 καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων ἐκοιμήθην τεταραγμένος υἱοὶ ἀνθρώπων οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα
我躺臥在群獅的中間,個個都想把人子吞咽;他們的牙齒是長矛銳箭,他們的舌頭是鋒刀利劍。
5 ὑψώθητι ἐπὶ τοὺς οὐρανούς ὁ θεός καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου
天主,您的尊高彰顯於天,您的光榮,普臨塵寰!
6 παγίδα ἡτοίμασαν τοῖς ποσίν μου καὶ κατέκαμψαν τὴν ψυχήν μου ὤρυξαν πρὸ προσώπου μου βόθρον καὶ ἐνέπεσαν εἰς αὐτόν διάψαλμα
他們為我的腳設下了網羅,要我的性命;在我前面挖掘了陷阱,自己反跌入其中。
7 ἑτοίμη ἡ καρδία μου ὁ θεός ἑτοίμη ἡ καρδία μου ᾄσομαι καὶ ψαλῶ
天主,我的心已準備妥當,我的心已準備妥當,我要彈琴歌唱。
8 ἐξεγέρθητι ἡ δόξα μου ἐξεγέρθητι ψαλτήριον καὶ κιθάρα ἐξεγερθήσομαι ὄρθρου
我的靈魂,你要醒起來,七絃和豎琴,要奏起來,我要喚起曙光。
9 ἐξομολογήσομαί σοι ἐν λαοῖς κύριε ψαλῶ σοι ἐν ἔθνεσιν
上主,我要在萬民中讚美您,上主,我要在列邦中歌頌您。
10 ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου
因為您的慈愛高越諸天,您的忠信直達宵漢。
11 ὑψώθητι ἐπὶ τοὺς οὐρανούς ὁ θεός καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου
天主,您在天上備受舉揚,您在地上彰顯榮光!