< Ψαλμοί 56 >

1 εἰς τὸ τέλος ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου τῷ Δαυιδ εἰς στηλογραφίαν ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γεθ ἐλέησόν με κύριε ὅτι κατεπάτησέν με ἄνθρωπος ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέν με
«Εις τον πρώτον μουσικόν, επί Ιωνάθ-ελέμ-ρεχοκίμ, Μικτάμ του Δαβίδ, οπότε εκράτησαν αυτόν οι Φιλισταίοι εν Γαθ.» Ελέησόν με, ω Θεέ, διότι άνθρωπος χάσκει να με καταπίη· όλην την ημέραν πολεμών με καταθλίβει.
2 κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν ὅτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους
Οι εχθροί μου χάσκουσιν όλην την ημέραν να με καταπίωσι· διότι πολλοί είναι, Ύψιστε, οι πολεμούντές με.
3 ἡμέρας φοβηθήσομαι ἐγὼ δὲ ἐπὶ σοὶ ἐλπιῶ
Καθ' ην ημέραν φοβηθώ, επί σε θέλω ελπίζει·
4 ἐν τῷ θεῷ ἐπαινέσω τοὺς λόγους μου ὅλην τὴν ἡμέραν ἐπὶ τῷ θεῷ ἤλπισα οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ
εν τω Θεώ θέλω αινέσει τον λόγον αυτού· επί τον Θεόν ήλπισα· δεν θέλω φοβηθή· τι να μοι κάμη σαρξ;
5 ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο κατ’ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν
Καθ' εκάστην μεταπλάττουσι τα λόγια μου· πάντες οι διαλογισμοί αυτών είναι κατ' εμού εις κακόν.
6 παροικήσουσιν καὶ κατακρύψουσιν αὐτοὶ τὴν πτέρναν μου φυλάξουσιν καθάπερ ὑπέμειναν τὴν ψυχήν μου
Συνάγονται, κρύπτονται, παραφυλάττουσι τα βήματά μου, πως να πιάσωσι την ψυχήν μου.
7 ὑπὲρ τοῦ μηθενὸς σώσεις αὐτούς ἐν ὀργῇ λαοὺς κατάξεις ὁ θεός
Θέλουσι λυτρωθή διά της ανομίας; Θεέ, εν τη οργή σου κατακρήμνισον τους λαούς.
8 τὴν ζωήν μου ἐξήγγειλά σοι ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου
Συ αριθμείς τας αποπλανήσεις μου· θες τα δάκρυά μου εις την φιάλην σου· δεν είναι ταύτα εν τω βιβλίω σου;
9 ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε ἰδοὺ ἔγνων ὅτι θεός μου εἶ σύ
Τότε θέλουσιν επιστρέψει οι εχθροί μου εις τα οπίσω, καθ' ην ημέραν σε επικαλεσθώ· εξεύρω τούτο, διότι ο Θεός είναι υπέρ εμού.
10 ἐπὶ τῷ θεῷ αἰνέσω ῥῆμα ἐπὶ τῷ κυρίῳ αἰνέσω λόγον
Εν τω Θεώ θέλω αινέσει τον λόγον αυτού· εν τω Κυρίω θέλω αινέσει τον λόγον αυτού.
11 ἐπὶ τῷ θεῷ ἤλπισα οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος
Επί τον Θεόν ελπίζω· δεν θέλω φοβηθή· τι να μοι κάμη άνθρωπος;
12 ἐν ἐμοί ὁ θεός αἱ εὐχαὶ ἃς ἀποδώσω αἰνέσεώς σοι
Επάνω μου, Θεέ, είναι αι προς σε ευχαί μου· θέλω σοι αποδίδει δοξολογίας.
13 ὅτι ἐρρύσω τὴν ψυχήν μου ἐκ θανάτου καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ θεοῦ ἐν φωτὶ ζώντων
Διότι ελύτρωσας την ψυχήν μου εκ θανάτου, ουχί και τους πόδας μου εξ ολισθήματος, διά να περιπατώ ενώπιον του Θεού εν τω φωτί των ζώντων;

< Ψαλμοί 56 >