< Ψαλμοί 55 >

1 εἰς τὸ τέλος ἐν ὕμνοις συνέσεως τῷ Δαυιδ ἐνώτισαι ὁ θεός τὴν προσευχὴν μου καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου
«Εις τον πρώτον μουσικόν, επί Νεγινώθ· Μασχίλ του Δαβίδ.» Δος ακρόασιν, Θεέ, εις την προσευχήν μου, και μη αποσυρθής από της δεήσεώς μου.
2 πρόσχες μοι καὶ εἰσάκουσόν μου ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου καὶ ἐταράχθην
Πρόσεξον εις εμέ και εισάκουσόν μου· λυπούμαι εν τη μελέτη μου και ταράττομαι,
3 ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ ὅτι ἐξέκλιναν ἐπ’ ἐμὲ ἀνομίαν καὶ ἐν ὀργῇ ἐνεκότουν μοι
από της φωνής του εχθρού, από της καταθλίψεως του ασεβούς· διότι ρίπτουσιν επ' εμέ ανομίαν και μετ' οργής με μισούσιν.
4 ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ’ ἐμέ
Η καρδία μου καταθλίβεται εντός μου, και φόβος θανάτου έπεσεν επ' εμέ.
5 φόβος καὶ τρόμος ἦλθεν ἐπ’ ἐμέ καὶ ἐκάλυψέν με σκότος
Φόβος και τρόμος ήλθεν επ' εμέ, και φρίκη με εκάλυψε.
6 καὶ εἶπα τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς καὶ πετασθήσομαι καὶ καταπαύσω
Και είπα, Τις να μοι έδιδε πτέρυγας ως περιστεράς· ήθελον πετάξει και αναπαυθή.
7 ἰδοὺ ἐμάκρυνα φυγαδεύων καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ διάψαλμα
Ιδού, ήθελον απομακρυνθή φεύγων, ήθελον διατρίβει εν τη ερήμω. Διάψαλμα.
8 προσεδεχόμην τὸν σῴζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ καταιγίδος
Ήθελον ταχύνει την φυγήν μου από της ορμής του ανέμου, από της θυέλλης.
9 καταπόντισον κύριε καὶ καταδίελε τὰς γλώσσας αὐτῶν ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει
Καταπόντισον αυτούς, Κύριε· διαίρεσον τας γλώσσας αυτών· διότι είδον καταδυναστείαν και έριδα εν τη πόλει.
10 ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς καὶ ἀδικία
Ημέραν και νύκτα περικυκλούσιν αυτήν περί τα τείχη αυτής· και ανομία και ύβρις είναι εν τω μέσω αυτής·
11 καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος
πονηρία εν τω μέσω αυτής· και απάτη και δόλος δεν λείπουσιν από των πλατειών αυτής.
12 ὅτι εἰ ἐχθρὸς ὠνείδισέν με ὑπήνεγκα ἄν καὶ εἰ ὁ μισῶν με ἐπ’ ἐμὲ ἐμεγαλορρημόνησεν ἐκρύβην ἂν ἀπ’ αὐτοῦ
Επειδή δεν με ωνείδισεν εχθρός, το οποίον ήθελον υποφέρει· δεν ηγέρθη επ' εμέ ο μισών με· τότε ήθελον κρυφθή απ' αυτού·
13 σὺ δέ ἄνθρωπε ἰσόψυχε ἡγεμών μου καὶ γνωστέ μου
Αλλά συ, άνθρωπε ομόψυχε, οδηγέ μου και γνωστέ μου·
14 ὃς ἐπὶ τὸ αὐτό μοι ἐγλύκανας ἐδέσματα ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ
οίτινες συνωμιλούμεν μετά γλυκύτητος, συνεπορευόμεθα εις τον οίκον του Θεού.
15 ἐλθέτω θάνατος ἐπ’ αὐτούς καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες ὅτι πονηρίαι ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν (Sheol h7585)
Ας έλθη θάνατος επ' αυτούς· ας καταβώσι ζώντες εις τον άδην· διότι μεταξύ αυτών, εν ταις κατοικίαις αυτών, είναι κακίαι. (Sheol h7585)
16 ἐγὼ δὲ πρὸς τὸν θεὸν ἐκέκραξα καὶ ὁ κύριος εἰσήκουσέν μου
Εγώ προς τον Θεόν θέλω κράζει, και ο Κύριος θέλει με σώσει.
17 ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας διηγήσομαι ἀπαγγελῶ καὶ εἰσακούσεται τῆς φωνῆς μου
Εσπέρας και πρωΐ και μεσημβρίαν θέλω παρακαλεί και φωνάζει· και θέλει ακούσει της φωνής μου.
18 λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί
Θέλει λυτρώσει εν ειρήνη την ψυχήν μου από της μάχης της κατ' εμού· διότι πολλοί είναι εναντίον μου.
19 εἰσακούσεται ὁ θεὸς καὶ ταπεινώσει αὐτούς ὁ ὑπάρχων πρὸ τῶν αἰώνων διάψαλμα οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα καὶ οὐκ ἐφοβήθησαν τὸν θεόν
Ο Θεός, ο υπάρχων προ των αιώνων, θέλει εισακούσει και θέλει ταπεινώσει αυτούς· Διάψαλμα· διότι δεν μεταβάλλουσι τρόπον ουδέ φοβούνται τον Θεόν.
20 ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ
Έκαστος εκτείνει τας χείρας αυτού επί τους ειρηνεύοντας μετ' αυτού· αθετεί την συνθήκην αυτού.
21 διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ καὶ ἤγγισεν ἡ καρδία αὐτοῦ ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον καὶ αὐτοί εἰσιν βολίδες
Το στόμα αυτού είναι απαλώτερον βουτύρου, αλλ' εν τη καρδία αυτού είναι πόλεμος· τα λόγια αυτού είναι μαλακώτερα ελαίου, πλην είναι ξίφη γυμνά.
22 ἐπίρριψον ἐπὶ κύριον τὴν μέριμνάν σου καὶ αὐτός σε διαθρέψει οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ
Επίρριψον επί τον Κύριον το φορτίον σου, και αυτός θέλει σε ανακουφίσει· δεν θέλει ποτέ συγχωρήσει να σαλευθή ο δίκαιος.
23 σὺ δέ ὁ θεός κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσιν τὰς ἡμέρας αὐτῶν ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ κύριε
Αλλά συ, Θεέ, θέλεις καταβιβάσει αυτούς εις φρέαρ απωλείας· άνδρες αιμάτων και δολιότητος δεν θέλουσι φθάσει εις το ήμισυ των ημερών αυτών· αλλ' εγώ θέλω ελπίζει επί σε.

< Ψαλμοί 55 >