< Ψαλμοί 52 >
1 εἰς τὸ τέλος συνέσεως τῷ Δαυιδ ἐν τῷ ἐλθεῖν Δωηκ τὸν Ιδουμαῖον καὶ ἀναγγεῖλαι τῷ Σαουλ καὶ εἰπεῖν αὐτῷ ἦλθεν Δαυιδ εἰς τὸν οἶκον Αβιμελεχ τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατός ἀνομίαν ὅλην τὴν ἡμέραν
2 ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον
3 ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην διάψαλμα
4 ἠγάπησας πάντα τὰ ῥήματα καταποντισμοῦ γλῶσσαν δολίαν
5 διὰ τοῦτο ὁ θεὸς καθελεῖ σε εἰς τέλος ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματος καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων διάψαλμα
6 καὶ ὄψονται δίκαιοι καὶ φοβηθήσονται καὶ ἐπ’ αὐτὸν γελάσονται καὶ ἐροῦσιν
7 ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτοῦ ἀλλ’ ἐπήλπισεν ἐπὶ τὸ πλῆθος τοῦ πλούτου αὐτοῦ καὶ ἐδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ
8 ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
9 ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα ὅτι ἐποίησας καὶ ὑπομενῶ τὸ ὄνομά σου ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου