< Ψαλμοί 51 >

1 εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Ναθαν τὸν προφήτην ἡνίκα εἰσῆλθεν πρὸς Βηρσαβεε ἐλέησόν με ὁ θεός κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου
For the end, a Psalm of David, when Nathan the prophet came to him, when he had gone to Bersabee. Have mercy upon me, O God, according to thy great mercy; and according to the multitude of thy compassions blot out my transgression.
2 ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με
Wash me thoroughly from mine iniquity, and cleanse me from my sin.
3 ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστιν διὰ παντός
For I am conscious of mine iniquity; and my sin is continually before me.
4 σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε
Against thee only have I sinned, and done evil before thee: that thou mightest be justified in thy sayings, and mightest overcome when thou art judged.
5 ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου
For, behold, I was conceived in iniquities, and in sins did my mother conceive me.
6 ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι
For, behold, thou lovest truth: thou hast manifested to me the secret and hidden things of thy wisdom.
7 ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι
Thou shalt sprinkle me with hyssop, and I shall be purified: thou shalt wash me, and I shall be made whiter than snow.
8 ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα
Thou shalt cause me to hear gladness and joy: the afflicted bones shall rejoice.
9 ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον
Turn away thy face from my sins, and blot out all mine iniquities.
10 καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί ὁ θεός καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου
Create in me a clean heart, O God; and renew a right spirit in my inward parts.
11 μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ
Cast me not away from thy presence; and remove not thy holy Spirit from me.
12 ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήρισόν με
Restore to me the joy of thy salvation: establish me with thy directing Spirit.
13 διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν
[Then] will I teach transgressors thy ways; and ungodly men shall turn to thee.
14 ῥῦσαί με ἐξ αἱμάτων ὁ θεὸς ὁ θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου
Deliver me from blood-guiltiness, O God, the God of my salvation: [and] my tongue shall joyfully declare thy righteousness.
15 κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου
O Lord, thou shalt open my lips; and my mouth shall declare thy praise.
16 ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις
For if thou desiredst sacrifice, I would have given [it]: thou wilt not take pleasure in whole-burnt-offerings.
17 θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουθενώσει
Sacrifice to God is a broken spirit: a broken and humbled heart God will not despise.
18 ἀγάθυνον κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιων καὶ οἰκοδομηθήτω τὰ τείχη Ιερουσαλημ
Do good, O Lord, to Sion in thy good pleasure; and let the walls of Jerusalem be built.
19 τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους
Then shalt thou be pleased with a sacrifice of righteousness, offering, and whole-burnt-sacrifices: then shall they offer calves upon thine altar.

< Ψαλμοί 51 >